μισεῖ γὰρ Ἑλλὰς πᾶσα τὴν Διὸς κόρην.σύγγνωθι δʼ ἡμῖν τοῖς λελεγμένοις, γύναι.τίς δʼ εἶ; πόθεν γῆς τῆσδʼ ἐπεστράφης πέδον;εἷς τῶν Ἀχαιῶν, ὦ γύναι, τῶν ἀθλίων.οὐ τἄρα σʼ Ἑλένην εἰ στυγεῖς θαυμαστέον.ἀτὰρ τίς εἶ πόθεν; τίνος δʼ αὐδᾶν σε χρή;ὄνομα μὲν ἡμῖν Τεῦκρος, ὁ δὲ φύσας πατὴρΤελαμών, Σαλαμὶς δὲ πατρὶς ἡ θρέψασά με.τί δῆτα Νείλου τούσδʼ ἐπιστρέφῃ γύας;φυγὰς πατρῴας ἐξελήλαμαι χθονός.τλήμων ἂν εἴης· τίς δέ σʼ ἐκβάλλει πάτρας;Τελαμὼν ὁ φύσας. τίνʼ ἂν ἔχοις μᾶλλον φίλον;ἐκ τοῦ; τὸ γάρ τοι πρᾶγμα συμφορὰν ἔχει.Αἴας μʼ ἀδελφὸς ὤλεσʼ ἐν Τροίᾳ θανών.πῶς; οὔ τί που σῷ φασγάνῳ βίον στερείς;οἰκεῖον αὐτὸν ὤλεσʼ ἅλμʼ ἐπὶ ξίφος.μανέντʼ; ἐπεὶ τίς σωφρονῶν τλαίη τάδʼ ἄν;τὸν Πηλέως τινʼ οἶσθʼ Ἀχιλλέα γόνον;ναί·μνηστήρ ποθʼ Ἑλένης ἦλθεν, ὡς ἀκούομεν.θανὼν ὅδʼ ὅπλων ἔριν ἔθηκε συμμάχοις.καὶ δὴ τί τοῦτʼ Αἴαντι γίγνεται κακόν;ἄλλου λαβόντος ὅπλʼ ἀπηλλάχθη βίου.σὺ τοῖς ἐκείνου δῆτα πήμασιν νοσεῖς;ὁθούνεκʼ αὐτῷ γʼ οὐ ξυνωλόμην ὁμοῦ.ἦλθες γάρ, ὦ ξένʼ, Ἰλίου κλεινὴν πόλιν;καὶ ξύν γε πέρσας αὐτὸς ἀνταπωλόμην.ἤδη γὰρ ἧπται καὶ κατείργασται πυρί;ὥστʼ οὐδʼ ἴχνος γε τειχέων εἶναι σαφές.ὦ τλῆμον Ἑλένη, διὰ σʼ ἀπόλλυνται Φρύγες.καὶ πρός γʼ Ἀχαιοί· μεγάλα δʼ εἴργασται κακά.πόσον χρόνον γὰρ διαπεπόρθηται πόλις;ἑπτὰ σχεδόν τι καρπίμους ἐτῶν κύκλους.χρόνον δʼ ἐμείνατʼ ἄλλον ἐν Τροίᾳ πόσον;πολλὰς σελήνας, δέκα διελθούσας ἔτη.ἦ καὶ γυναῖκα Σπαρτιᾶτιν εἵλετε;Μενέλαος αὐτὴν ἦγʼ ἐπισπάσας κόμης.εἶδες σὺ τὴν δύστηνον; ἢ κλύων λέγεις;ὥσπερ γε σέ, οὐδὲν ἧσσον, ὀφθαλμοῖς ὁρῶ.σκοπεῖτε μὴ δόκησιν εἴχετʼ ἐκ θεῶν.