γνωτόν τε θείη τὸν κράτιστον Ἑλλάδος.Φρυγῶν δʼ ἐς ἀλκὴν προυτέθην ἐγὼ μὲν οὔ,τὸ δʼ ὄνομα τοὐμόν, ἆθλον Ἕλλησιν δορός.λαβὼν δέ μʼ Ἑρμῆς ἐν πτυχαῖσιν αἰθέροςνεφέλῃ καλύψας — οὐ γὰρ ἠμέλησέ μουΖεύς — τόνδʼ ἐς οἶκον Πρωτέως ἱδρύσατο,πάντων προκρίνας σωφρονέστατον βροτῶν,ἀκέραιον ὡς σῴσαιμι Μενέλεῳ λέχος.κἀγὼ μὲν ἐνθάδʼ εἴμʼ, ὁ δʼ ἄθλιος πόσιςστράτευμʼ ἀθροίσας τὰς ἐμὰς ἀναρπαγὰςθηρᾷ πορευθεὶς Ἰλίου πυργώματα.ψυχαὶ δὲ πολλαὶ διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοιςῥοαῖσιν ἔθανον· ἡ δὲ πάντα τλᾶσʼ ἐγὼκατάρατός εἰμι καὶ δοκῶ προδοῦσʼ ἐμὸνπόσιν συνάψαι πόλεμον Ἕλλησιν μέγαν.τί δῆτʼ ἔτι ζῶ; θεοῦ τόδʼ εἰσήκουσʼ ἔποςἙρμοῦ, τὸ κλεινὸν ἔτι κατοικήσειν πέδονΣπάρτης σὺν ἀνδρί, γνόντος ὡς ἐς Ἴλιονοὐκ ἦλθον, ἵνα μὴ λέκτρʼ ὑποστρώσω τινί.ἕως μὲν οὖν φῶς ἡλίου τόδʼ ἔβλεπενΠρωτεύς, ἄσυλος ἦ γάμων· ἐπεὶ δὲ γῆςσκότῳ κέκρυπται, παῖς ὁ τοῦ τεθνηκότοςθηρᾷ γαμεῖν με. τὸν πάλαι δʼ ἐγὼ πόσιντιμῶσα Πρωτέως μνῆμα προσπίτνω τόδεἱκέτις, ἵνʼ ἀνδρὶ τἀμὰ διασῴσῃ λέχη,ὡς, εἰ καθʼ Ἑλλάδʼ ὄνομα δυσκλεὲς φέρω,μή μοι τὸ σῶμά γʼ ἐνθάδʼ αἰσχύνην ὄφλῃ.τίς τῶνδʼ ἐρυμνῶν δωμάτων ἔχει κράτος;πλούτου γὰρ οἶκος ἄξιος προσεικάσαι,βασίλειά τʼ ἀμφιβλήματʼ εὔθριγκοί θʼ ἕδραι.ἔα·ὦ θεοί, τίνʼ εἶδον ὄψιν; ἐχθίστην ὁρῶγυναικὸς εἰκὼ φόνιον, ἥ μʼ ἀπώλεσενπάντας τʼ Ἀχαιούς. θεοί σʼ, ὅσον μίμημʼ ἔχειςἙλένης, ἀποπτύσειαν. εἰ δὲ μὴ ʼν ξένῃγαίᾳ πόδʼ εἶχον, τῷδʼ ἂν εὐστόχῳ πτερῷἀπόλαυσιν εἰκοῦς ἔθανες ἂν Διὸς κόρης.τί δʼ, ὦ ταλαίπωρʼ — ὅστις ὤν μʼ ἀπεστράφηςκαὶ ταῖς ἐκείνης συμφοραῖς ἐμὲ στυγεῖς;ἥμαρτον· ὀργῇ δʼ εἶξα μᾶλλον ἤ με χρῆν·