ἄλλου λόγου μέμνησο, μὴ κείνης ἔτι.οὕτω δοκεῖτε τὴν δόκησιν ἀσφαλῆ;αὐτὸς γὰρ ὄσσοις εἰδόμην· καὶ νοῦς ὁρᾷ.ἤδη δʼ ἐν οἴκοις σὺν δάμαρτι Μενέλεως;οὔκουν ἐν Ἄργει γʼ οὐδʼ ἐπʼ Εὐρώτα ῥοαῖς.αἰαῖ· κακὸν τόδʼ εἶπας οἷς κακὸν λέγεις.ὡς κεῖνος ἀφανὴς σὺν δάμαρτι κλῄζεται.οὐ πᾶσι πορθμὸς αὑτὸς Ἀργείοισιν ἦν;ἦν, ἀλλὰ χειμὼν ἄλλοσʼ ἄλλον ὥρισεν.ποίοισιν ἐν νώτοισι ποντίας ἁλός;μέσον περῶσι πέλαγος Αἰγαίου πόρου.κἀκ τοῦδε Μενέλαν οὔτις εἶδʼ ἀφιγμένον;οὐδείς· θανὼν δὲ κλῄζεται καθʼ Ἑλλάδα.ἀπωλόμεσθα· Θεστιὰς δʼ ἔστιν κόρη;Λήδαν ἔλεξας; οἴχεται θανοῦσα δή.οὔ πού νιν Ἑλένης αἰσχρὸν ὤλεσεν κλέος;φασίν, βρόχῳ γʼ ἅψασαν εὐγενῆ δέρην.οἱ Τυνδάρειοι δʼ εἰσὶν ἢ οὐκ εἰσὶν κόροι;τεθνᾶσι καὶ οὐ τεθνᾶσι· δύο δʼ ἐστὸν λόγω.πότερος ὁ κρείσσων; ὦ τάλαινʼ ἐγὼ κακῶν.ἄστροις σφʼ ὁμοιωθέντε φάσʼ εἶναι θεώ.καλῶς ἔλεξας τοῦτο· θάτερον δὲ τί;σφαγαῖς ἀδελφῆς οὕνεκʼ ἐκπνεῦσαι βίον.ἅλις δὲ μύθων· οὐ διπλᾶ χρῄζω στένειν.ὧν δʼ οὕνεκʼ ἦλθον τούσδε βασιλείους δόμους,τὴν θεσπιῳδὸν Θεονόην χρῄζων ἰδεῖν,σὺ προξένησον, ὡς τύχω μαντευμάτωνὅπῃ νεὼς στείλαιμʼ ἂν οὔριον πτερὸνἐς γῆν ἐναλίαν Κύπρον, οὗ μʼ ἐθέσπισενοἰκεῖν Ἀπόλλων, ὄνομα νησιωτικὸνΣαλαμῖνα θέμενον τῆς ἐκεῖ χάριν πάτρας.πλοῦς, ὦ ξένʼ, αὐτὸς σημανεῖ· σὺ δʼ ἐκλιπὼνγῆν τήνδε φεῦγε πρίν σε παῖδα Πρωτέωςἰδεῖν, ὃς ἄρχει τῆσδε γῆς· ἄπεστι δὲκυσὶν πεποιθὼς ἐν φοναῖς θηροκτόνοις·κτείνει γὰρ Ἕλληνʼ ὅντινʼ ἂν λάβῃ ξένον.ὅτου δʼ ἕκατι, μήτε σὺ ζήτει μαθεῖνἐγώ τε σιγῶ· τί γὰρ ἂν ὠφελοῖμί σε;καλῶς ἔλεξας, ὦ γύναι· θεοὶ δέ σοιἐσθλῶν ἀμοιβὰς ἀντιδωρησαίατο.