ἐκ βαρβάρων σωθῶμεν, ἢν δυνώμεθα.ἔσται τάδʼ, ὦναξ. ἀλλά τοι τὰ μάντεωνἐσεῖδον ὡς φαῦλʼ ἐστὶ καὶ ψευδῶν πλέα.οὐδʼ ἦν ἄρʼ ὑγιὲς οὐδὲν ἐμπύρου φλογὸςοὐδὲ πτερωτῶν φθέγματʼ· εὔηθες δέ τοιτὸ καὶ δοκεῖν ὄρνιθας ὠφελεῖν βροτούς.Κάλχας γὰρ οὐκ εἶπʼ οὐδʼ ἐσήμηνε στρατῷνεφέλης ὑπερθνῄσκοντας εἰσορῶν φίλουςοὐδʼ Ἕλενος, ἀλλὰ πόλις ἀνηρπάσθη μάτην.εἴποις ἄν· οὕνεχʼ ὁ θεὸς οὐκ ἠβούλετο;τί δῆτα μαντευόμεθα; τοῖς θεοῖσι χρὴθύοντας αἰτεῖν ἀγαθά, μαντείας δʼ ἐᾶν·βίου γὰρ ἄλλως δέλεαρ ηὑρέθη τόδε,κοὐδεὶς ἐπλούτησʼ ἐμπύροισιν ἀργὸς ὤν·γνώμη δʼ ἀρίστη μάντις ἥ τʼ εὐβουλία.ἐς ταὐτὸ κἀμοὶ δόξα μαντειῶν πέριχωρεῖ γέροντι· τοὺς θεοὺς ἔχων τις ἂνφίλους ἀρίστην μαντικὴν ἔχοι δόμοις.εἶἑν· τὰ μὲν δὴ δεῦρʼ ἀεὶ καλῶς ἔχει.ὅπως δʼ ἐσώθης, ὦ τάλας, Τροίας ἄπο,κέρδος μὲν οὐδὲν εἰδέναι, πόθος δέ τιςτὰ τῶν φίλων φίλοισιν αἰσθέσθαι κακά.ἦ πόλλʼ ἀνήρου μʼ ἑνὶ λόγῳ μιᾷ θʼ ὁδῷ.τί σοι λέγοιμʼ ἂν τὰς ἐν Αἰγαίῳ φθορὰςτὰ Ναυπλίου τʼ Εὐβοικὰ πυρπολήματαΚρήτην τε Λιβύης θʼ ἃς ἐπεστράφην πόλεις,σκοπιάς τε Περσέως; οὐ γὰρ ἐμπλήσαιμί σʼ ἂνμύθων, λέγων τʼ ἄν σοι κάκʼ ἀλγοίην ἔτι,πάσχων τʼ ἔκαμνον· δὶς δὲ λυπηθεῖμεν ἄν.κάλλιον εἶπας ἤ σʼ ἀνηρόμην ἐγώ.ἓν δʼ εἰπὲ πάντα παραλιπών, πόσον χρόνονπόντου ʼπὶ νώτοις ἅλιον ἐφθείρου πλάνον;ἐν ναυσὶν ὢν πρὸς τοῖσιν ἐν Τροίᾳ δέκαἔτεσι διῆλθον ἑπτὰ περιδρομὰς ἐτῶν.φεῦ φεῦ· μακρόν γʼ ἔλεξας, ὦ τάλας, χρόνονσωθεὶς δʼ ἐκεῖθεν ἐνθάδʼ ἦλθες ἐς σφαγάς.πῶς φῄς; τί λέξεις; ὥς μʼ ἀπώλεσας, γύναι.φεῦγʼ ὡς τάχιστα τῆσδʼ ἀπαλλαχθεὶς χθονός.θανῇ πρὸς ἀνδρὸς οὗ τάδʼ ἐστὶ δώματα.τί χρῆμα δράσας ἄξιον τῆς συμφορᾶς;