οὐχ ἥδε μόχθων τῶν ἐν Ἰλίῳ βραβεύς;οὐχ ἥδε, πρὸς θεῶν δʼ ἦμεν ἠπατημένοι,νεφέλης ἄγαλμʼ ἔχοντες ἐν χεροῖν λυγρόν.τί φῄς;νεφέλης ἄρʼ ἄλλως εἴχομεν πόνους πέρι;Ἥρας τάδʼ ἔργα καὶ θεῶν τρισσῶν ἔρις.ἡ δʼ οὖσʼ ἀληθῶς ἐστιν ἥδε σὴ δάμαρ;αὕτη· λόγοις δʼ ἐμοῖσι πίστευσον τάδε.ὦ θύγατερ, ὁ θεὸς ὡς ἔφυ τι ποικίλονκαὶ δυστέκμαρτον. εὖ δέ πως πάντα στρέφειἐκεῖσε κἀκεῖσʼ ἀναφέρων· ὃ μὲν πονεῖ,ὃ δʼ οὐ πονήσας αὖθις ὄλλυται κακῶς,βέβαιον οὐδὲν τῆς ἀεὶ τύχης ἔχων.σὺ γὰρ πόσις τε σὸς πόνων μετέσχετε,σὺ μὲν λόγοισιν, ὃ δὲ δορὸς προθυμίᾳ.σπεύδων δʼ ὅτʼ ἔσπευδʼ οὐδὲν εἶχε· νῦν δʼ ἔχειαὐτόματα πράξας τἀγάθʼ εὐτυχέστατα.οὐκ ἄρα γέροντα πατέρα καὶ Διοσκόρωᾔσχυνας, οὐδʼ ἔδρασας οἷα κλῄζεται.νῦν ἀνανεοῦμαι τὸν σὸν ὑμέναιον πάλινκαὶ λαμπάδων μεμνήμεθʼ ἃς τετραόροιςἵπποις τροχάζων παρέφερον· σὺ δʼ ἐν δίφροιςξὺν τῷδε νύμφη δῶμʼ ἔλειπες ὄλβιον.κακὸς γὰρ ὅστις μὴ σέβει τὰ δεσποτῶνκαὶ ξυγγέγηθε καὶ συνωδίνει κακοῖς.ἐγὼ μὲν εἴην, κεἰ πέφυχʼ ὅμως λάτρις,ἐν τοῖσι γενναίοισιν ἠριθμημένοςδούλοισι, τοὔνομʼ οὐκ ἔχων ἐλεύθερον,τὸν νοῦν δέ· κρεῖσσον γὰρ τόδʼ ἢ δυοῖν κακοῖνἕνʼ ὄντα χρῆσθαι, τὰς φρένας τʼ ἔχειν κακὰςἄλλων τʼ ἀκούειν δοῦλον ὄντα τῶν πέλας.ἄγʼ, ὦ γεραιέ, πολλὰ μὲν παρʼ ἀσπίδαμοχθήματʼ ἐξέπλησας ἐκπονῶν ἐμοί,καὶ νῦν μετασχὼν τῆς ἐμῆς εὐπραξίαςἄγγειλον ἐλθὼν τοῖς λελειμμένοις φίλοιςτάδʼ ὡς ἔχονθʼ ηὕρηκας οἷ τʼ ἐσμὲν τύχης,μένειν τʼ ἐπʼ ἀκταῖς τούς τʼ ἐμοὺς καραδοκεῖνἀγῶνας οἳ μένουσί μʼ, ὡς ἐλπίζομεν,κεἰ τήνδε πως δυναίμεθʼ ἐκκλέψαι χθονός,φρουρεῖν ὅπως ἂν εἰς ἓν ἐλθόντες τύχης