οὐκ ἐπὶ βαρβάρου λέκτρα νεανίαπετομένας κώπας,πετομένου δʼ ἔρωτος ἀδίκων γάμωντίς γάρ σε δαίμων ἢ πότμος συλᾷ πάτρας;ὁ Διὸς ὁ Διός, ὦ πόσι, παῖς μʼἐπέλασεν Νείλῳ.θαυμαστά· τοῦ πέμψαντος; ὦ δεινοὶ λόγοι.κατεδάκρυσα καὶ βλέφαρον ὑγραίνωδάκρυσιν· ἁ Διός μʼ ἄλοχος ὤλεσεν.Ἥρα; τί νῷν χρῄζουσα προσθεῖναι κακόν;ὤμοι ἐμῶν δεινῶν, λουτρῶν καὶ κρηνῶν,ἵνα θεαὶ μορφὰνἐφαίδρυναν, ἔνθεν ἔμολεν κρίσις.τὰ δʼ ἐς κρίσιν σοι τῶνδʼ ἔθηχʼ Ἥρα κακῶν — ;Πάριν ὡς ἀφέλοιτο —πῶς; αὔδα.Κύπρις ᾧ μʼ ἐπένευσεν —ὦ τλᾶμον.τλάμων, τλάμων· ὧδʼ ἐπέλασʼ Αἰγύπτῳ.εἶτʼ ἀντέδωκʼ εἴδωλον, ὡς σέθεν κλύω.τὰ δὲ σὰ κατὰ μέλαθρα πάθεα πάθεα, μᾶ-τερ, οἲ ʼγώ.τί φῄς;οὐκ ἔστι μάτηρ· ἀγχόνιον δὲ βρόχονδιʼ ἐμὰν κατεδήσατο δυσγάμου αἰσχύναν.ὤμοι· θυγατρὸς δʼ Ἑρμιόνης ἔστιν βίος;ἄγαμος ἄτεκνος, ὦ πόσι, καταστένειγάμον ἄγαμον ἐμόν.ὦ πᾶν κατʼ ἄκρας δῶμʼ ἐμὸν πέρσας Πάρις,τάδε καὶ σὲ διώλεσε μυριάδας τεχαλκεόπλων Δαναῶν.ἐμὲ δὲ πατρίδος ἄπο κακόποτμον ἀραίανἔβαλε θεὸς ἀπό τε πόλεος ἀπό τε σέθεν,ὅτε μέλαθρα λέχεά τʼ ἔλιπον — οὐ λιποῦσʼἐπʼ αἰσχροῖς γάμοις.εἰ καὶ τὰ λοιπὰ τῆς τύχης εὐδαίμονοςτύχοιτε, πρὸς τὰ πρόσθεν ἀρκέσειεν ἄν.Μενέλαε, κἀμοὶ πρόσδοτον τῆς ἡδονῆς,ἣν μανθάνω μὲν καὐτός, οὐ σαφῶς δʼ ἔχω.ἀλλʼ, ὦ γεραιέ, καὶ σὺ κοινώνει λόγων.