ὦ φίλτατʼ ἀνδρῶν Μενέλεως, ὁ μὲν χρόνοςπαλαιός, ἡ δὲ τέρψις ἀρτίως πάρα.ἔλαβον ἀσμένα πόσιν ἐμόν, φίλαι,περί τʼ ἐπέτασα χέραφίλιον ἐν μακρᾷ φλογὶ φαεσφόρῳ.κἀγὼ σέ· πολλοὺς δʼ ἐν μέσῳ λόγους ἔχωνοὐκ οἶδʼ ὁποίου πρῶτον ἄρξωμαι τὰ νῦν.γέγηθα, κρατὶ δʼ ὀρθίους ἐθείραςἀνεπτέρωκα καὶ δάκρυ σταλάσσω,περὶ δὲ γυῖα χέρας ἔβαλον, ἡδονάν,ὦ πόσις, ὡς λάβω.ὦ φιλτάτη πρόσοψις, οὐκ ἐμέμφθην·ἔχω τὰ τῆς Διός τε λέκτρα Λήδας θʼ,ἃν ὑπὸ λαμπάδων κόροι λεύκιπποιξυνομαίμονες ὤλβισαν ὤλβισαντὸ πρόσθεν, ἐκ δόμων δὲ νοσφίσας σʼ ἐμοῦπρὸς ἄλλαν ἐλαύνειθεὸς συμφορὰν τᾶσδε κρείσσω.τὸ κακὸν δʼ ἀγαθὸν σέ τε κἀμὲ συνάγαγε, πόσινχρόνιον, ἀλλʼ ὅμως ὀναίμαν τύχας.ὄναιο δῆτα. ταὐτὰ δὴ ξυνεύχομαι·δυοῖν γὰρ ὄντοιν οὐχ ὃ μὲν τλήμων, ὃ δʼ οὔ.φίλαι φίλαι, τὰ πάρος οὐκέτιστένομεν οὐδʼ ἀλγῶ.πόσιν ἐμὸν ἔχομεν ἔχομεν, ὃν ἔμενονἔμενον ἐκ Τροίας πολυετῆ μολεῖν.ἔχεις, ἐγώ τε σέ· ἡλίους δὲ μυρίουςμόλις διελθὼν ᾐσθόμην τὰ τῆς θεοῦ.ἐμὰ δὲ χαρμονὰ δάκρυα· πλέον ἔχειχάριτος ἢ λύπας.τί φῶ; τίς ἂν τάδʼ ἤλπισεν βροτῶν ποτε;ἀδόκητον ἔχω σε πρὸς στέρνοις.κἀγὼ σὲ τὴν δοκοῦσαν Ἰδαίαν πόλινμολεῖν Ἰλίου τε μελέους πύργους.πρὸς θεῶν, δόμων πῶς τῶν ἐμῶν ἀπεστάλης;ἒ ἔ· πικρὰς ἐς ἀρχὰς βαίνεις,ἒ ἔ· πικρὰν δʼ ἐρευνᾷς φάτιν.λέγʼ· ὡς ἀκουστὰ πάντα δῶρα δαιμόνων.ἀπέπτυσα μὲν λόγον, οἷον οἷον ἐσοίσομαι.ὅμως δὲ λέξον· ἡδύ τοι μόχθων κλύειν.