τίνος πλάσαντος θεῶν; ἄελπτα γὰρ λέγεις.Ἥρας, διάλλαγμʼ, ὡς Πάρις με μὴ λάβοι.πῶς οὖν ἂν ἐνθάδʼ ἦσθά τʼ ἐν Τροίᾳ θʼ ἅμα;τοὔνομα γένοιτʼ ἂν πολλαχοῦ, τὸ σῶμα δʼ οὔ.μέθες με, λύπης ἅλις ἔχων ἐλήλυθα.λείψεις γὰρ ἡμᾶς, τὰ δὲ κένʼ ἐξάξεις λέχη;καὶ χαῖρέ γʼ, Ἑλένῃ προσφερὴς ὁθούνεκʼ εἶ.ἀπωλόμην· λαβοῦσά σʼ οὐχ ἕξω πόσιν.τοὐκεῖ με μέγεθος τῶν πόνων πείθει, σὺ δʼ οὔ.οἲ ἐγώ· τίς ἡμῶν ἐγένετʼ ἀθλιωτέρα;οἱ φίλτατοι λείπουσί μʼ οὐδʼ ἀφίξομαιἝλληνας οὐδὲ πατρίδα τὴν ἐμήν ποτε.Μενέλαε, μαστεύων σε κιγχάνω μόλιςπᾶσαν πλανηθεὶς τήνδε βάρβαρον χθόνα,πεμφθεὶς ἑταίρων τῶν λελειμμένων ὕπο.τί δʼ ἔστιν; οὔ που βαρβάρων συλᾶσθʼ ὕπο;θαῦμʼ ἔστʼ, ἔλασσον τοὔνομʼ ἢ τὸ πρᾶγμʼ ἔχον.λέγʼ· ὡς φέρεις τι τῇδε τῇ σπουδῇ νέον.λέγω πόνους σε μυρίους τλῆναι μάτην.παλαιὰ θρηνεῖς πήματʼ· ἀγγέλλεις δὲ τί;βέβηκεν ἄλοχος σὴ πρὸς αἰθέρος πτυχὰςἀρθεῖσʼ ἄφαντος· οὐρανῷ δὲ κρύπτεταιλιποῦσα σεμνὸν ἄντρον οὗ σφʼ ἐσῴζομεν,τοσόνδε λέξασʼ· ὦ ταλαίπωροι Φρύγεςπάντες τʼ Ἀχαιοί, διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοιςἀκταῖσιν Ἥρας μηχαναῖς ἐθνῄσκετε,δοκοῦντες Ἑλένην οὐκ ἔχοντʼ ἔχειν Πάριν.ἐγὼ δʼ, ἐπειδὴ χρόνον ἔμεινʼ ὅσον με χρῆν,τὸ μόρσιμον σῴσασα, πατέρʼ ἐς οὐρανὸνἄπειμι· φήμας δʼ ἡ τάλαινα Τυνδαρὶςἄλλως κακὰς ἤκουσεν οὐδὲν αἰτία.ὦ χαῖρε, Λήδας θύγατερ, ἐνθάδʼ ἦσθʼ ἄρα;ἐγὼ δέ σʼ ἄστρων ὡς βεβηκυῖαν μυχοὺςἤγγελλον εἰδὼς οὐδὲν ὡς ὑπόπτερονδέμας φοροίης. οὐκ ἐῶ σε κερτομεῖνἡμᾶς τόδʼ αὖθις, ὡς ἄδην ἐν Ἰλίῳπόνους παρεῖχες σῷ πόσει καὶ συμμάχοις.τοῦτʼ ἔστʼ ἐκεῖνο· ξυμβεβᾶσιν οἱ λόγοιοἱ τῆσδʼ ἀληθεῖς. ὦ ποθεινὸς ἡμέρα,ἥ σʼ εἰς ἐμὰς ἔδωκεν ὠλένας λαβεῖν.