μορφὴν ὅδʼ ἐστίν, ὅς με θηρᾶται λαβεῖν.σὲ τὴν ὄρεγμα δεινὸν ἡμιλλημένηντύμβου ʼπὶ κρηπῖδʼ ἐμπύρους τʼ ὀρθοστάτας,μεῖνον· τί φεύγεις; ὡς δέμας δείξασα σὸνἔκπληξιν ἡμῖν ἀφασίαν τε προστίθης.ἀδικούμεθʼ, ὦ γυναῖκες· εἰργόμεσθα γὰρτάφου πρὸς ἀνδρὸς τοῦδε, καί μʼ ἑλὼν θέλειδοῦναι τυράννοις ὧν ἐφεύγομεν γάμους.οὐ κλῶπές ἐσμεν, οὐχ ὑπηρέται κακῶν.καὶ μὴν στολήν γʼ ἄμορφον ἀμφὶ σῶμʼ ἔχεις.στῆσον, φόβου μεθεῖσα, λαιψηρὸν πόδα.ἵστημʼ, ἐπεί γε τοῦδʼ ἐφάπτομαι τόπου.τίς εἶ; τίνʼ ὄψιν σήν, γύναι, προσδέρκομαι;σὺ δʼ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμʼ ἔχει λόγος.οὐπώποτʼ εἶδον προσφερέστερον δέμας.ὦ θεοί· θεὸς γὰρ καὶ τὸ γιγνώσκειν φίλους.Ἑλληνὶς εἶ τις ἢ ἐπιχωρία γυνή;Ἑλληνίς· ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.Ἑλένῃ σʼ ὁμοίαν δὴ μάλιστʼ εἶδον, γύναι.ἐγὼ δὲ Μενέλεῴ γε σέ· οὐδʼ ἔχω τί φῶ.ἔγνως γὰρ ὀρθῶς ἄνδρα δυστυχέστατον.ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας.ποίας δάμαρτος; μὴ θίγῃς ἐμῶν πέπλων.ἥν σοι δίδωσι Τυνδάρεως, ἐμὸς πατήρ.ὦ φωσφόρʼ Ἑκάτη, πέμπε φάσματʼ εὐμενῆ.οὐ νυκτίφαντον πρόπολον Ἐνοδίας μʼ ὁρᾷς.οὐ μὴν γυναικῶν γʼ εἷς δυοῖν ἔφυν πόσις.ποίων δὲ λέκτρων δεσπότης ἄλλων ἔφυς;ἣν ἄντρα κεύθει κἀκ Φρυγῶν κομίζομαι.οὐκ ἔστιν ἄλλη σή τις ἀντʼ ἐμοῦ γυνή.οὔ που φρονῶ μὲν εὖ, τὸ δʼ ὄμμα μου νοσεῖ;οὐ γάρ με λεύσσων σὴν δάμαρθʼ ὁρᾶν δοκεῖς;τὸ σῶμʼ ὅμοιον, τὸ δὲ σαφές μʼ ἀποστερεῖ.σκέψαι· τί σοὐνδεῖ; τίς δὲ σοῦ σοφώτερος;ἔοικας· οὔτοι τοῦτό γʼ ἐξαρνήσομαι.τίς οὖν διδάξει σʼ ἄλλος ἢ τὰ σʼ ὄμματα;ἐκεῖ νοσοῦμεν, ὅτι δάμαρτʼ ἄλλην ἔχω.οὐκ ἦλθον ἐς γῆν Τρῳάδʼ, ἀλλʼ εἴδωλον ἦν.καὶ τίς βλέποντα σώματʼ ἐξεργάζεται;αἰθήρ, ὅθεν σὺ θεοπόνητʼ ἔχεις λέχη.