δόμων ἄνακτα προσμενῶ· δισσὰς δέ μοιἔχει φυλάξεις· ἢν μὲν ὠμόφρων τις ᾖ,κρύψας ἐμαυτὸν εἶμι πρὸς ναυάγια·ἢν δʼ ἐνδιδῷ τι μαλθακόν, τὰ πρόσφορατῆς νῦν παρούσης συμφορᾶς αἰτήσομαι.κακῶν μὲν ἡμῖν ἔσχατον τοῖς ἀθλίοις,ἄλλους τυράννους αὐτὸν ὄντα βασιλέαβίον προσαιτεῖν· ἀλλʼ ἀναγκαίως ἔχει.λόγος γάρ ἐστιν οὐκ ἐμός, σοφὸν δʼ ἔπος,δεινῆς ἀνάγκης οὐδὲν ἰσχύειν πλέον.ἤκουσα τᾶς θεσπιῳδοῦ κόρας,ἃ χρῄζουσʼ ἐφάνη τυράννοιςδόμοις, ὡς Μενέλαος οὔ-πω μελαμφαὲς οἴχεταιδιʼ ἔρεβος χθονὶ κρυφθείς,ἀλλʼ ἔτι κατʼ οἶδμʼ ἅλιοντρυχόμενος οὔπω λιμένωνψαύσειεν πατρίας γᾶς,ἀλατείᾳ βιότουταλαίφρων, ἄφιλος φίλων,παντοδαπᾶς ἐπὶ γᾶς πόδαχριμπτόμενος εἰναλίῳκώπᾳ Τρῳάδος ἐκ γᾶς.ἥδʼ αὖ τάφου τοῦδʼ εἰς ἕδρας ἐγὼ πάλινστείχω, μαθοῦσα Θεονόης φίλους λόγους,ἣ πάντʼ ἀληθῶς οἶδε· φησὶ δʼ ἐν φάειπόσιν τὸν ἁμὸν ζῶντα φέγγος εἰσορᾶν,πορθμοὺς δʼ ἀλᾶσθαι μυρίους πεπλωκόταἐκεῖσε κἀκεῖσʼ οὐδʼ ἀγύμναστον πλάνοις,ἥξειν δʼ ὅταν δὴ πημάτων λάβῃ τέλος.ἓν δʼ οὐκ ἔλεξεν, εἰ μολὼν σωθήσεται.ἐγὼ δʼ ἀπέστην τοῦτʼ ἐρωτῆσαι σαφῶς,ἡσθεῖσʼ ἐπεί νιν εἶπέ μοι σεσῳσμένον.ἐγγὺς δέ νίν που τῆσδʼ ἔφασκʼ εἶναι χθονός,ναυαγὸν ἐκπεσόντα σὺν παύροις φίλοις.ὤμοι, πόθʼ ἥξεις; ὡς ποθεινὸς ἂν μόλοις.ἔα, τίς οὗτος; οὔ τί που κρυπτεύομαιΠρωτέως ἀσέπτου παιδὸς ἐκ βουλευμάτων;οὐχ ὡς δρομαία πῶλος ἢ Βάκχη θεοῦτάφῳ ξυνάψω κῶλον; ἄγριος δέ τις