ἔστʼ οὖν ἐν οἴκοις ὅντινʼ ὀνομάζεις ἄναξ;τόδʼ ἐστὶν αὐτοῦ μνῆμα, παῖς δʼ ἄρχει χθονός.ποῦ δῆτʼ ἂν εἴη; πότερον ἐκτὸς ἢ ʼν δόμοις;οὐκ ἔνδον· Ἕλλησιν δὲ πολεμιώτατος.τίνʼ αἰτίαν σχὼν ἧς ἐπηυρόμην ἐγώ;Ἑλένη κατʼ οἴκους ἐστὶ τούσδʼ ἡ τοῦ Διός.πῶς φῄς; τίνʼ εἶπας μῦθον; αὖθίς μοι φράσον.ἡ Τυνδαρὶς παῖς, ἣ κατὰ Σπάρτην ποτʼ ἦν.πόθεν μολοῦσα; τίνα τὸ πρᾶγμʼ ἔχει λόγον;Λακεδαίμονος γῆς δεῦρο νοστήσασʼ ἄπο.πότε; οὔ τί που λελῄσμεθʼ ἐξ ἄντρων λέχος;πρὶν τοὺς Ἀχαιούς, ὦ ξένʼ, ἐς Τροίαν μολεῖν.ἀλλʼ ἕρπʼ ἀπʼ οἴκων· ἔστι γάρ τις ἐν δόμοιςτύχη, τύραννος ᾗ ταράσσεται δόμος.καιρὸν γὰρ οὐδένʼ ἦλθες· ἢν δὲ δεσπότηςλάβῃ σε, θάνατος ξένιά σοι γενήσεται.εὔνους γάρ εἰμʼ Ἕλλησιν, οὐχ ὅσον πικροὺςλόγους ἔδωκα δεσπότην φοβουμένη.τί φῶ; τί λέξω; συμφορὰς γὰρ ἀθλίαςἐκ τῶν πάροιθεν τὰς παρεστώσας κλύω,εἰ τὴν μὲν αἱρεθεῖσαν ἐκ Τροίας ἄγωνἥκω δάμαρτα καὶ κατʼ ἄντρα σῴζεται,ὄνομα δὲ ταὐτὸν τῆς ἐμῆς ἔχουσά τιςδάμαρτος ἄλλη τοισίδʼ ἐνναίει δόμοις.Διὸς δʼ ἔλεξε παῖδά νιν πεφυκέναι.ἀλλʼ ἦ τις ἔστι Ζηνὸς ὄνομʼ ἔχων ἀνὴρΝείλου παρʼ ὄχθας; εἷς γὰρ ὅ γε κατʼ οὐρανόν.Σπάρτη δὲ ποῦ γῆς ἐστι πλὴν ἵνα ῥοαὶτοῦ καλλιδόνακός εἰσιν Εὐρώτα μόνον;ἁπλοῦν δὲ Τυνδάρειον ὄνομα κλῄζεται.Λακεδαίμονος δὲ γαῖα τίς ξυνώνυμοςΤροίας τε; ἐγὼ μὲν οὐκ ἔχω τί χρὴ λέγειν.πολλοὶ γάρ, ὡς εἴξασιν, ἐν πολλῇ χθονὶὀνόματα ταὔτʼ ἔχουσι καὶ πόλις πόλειγυνὴ γυναικί τʼ· οὐδὲν οὖν θαυμαστέον.οὐδʼ αὖ τὸ δεινὸν προσπόλου φευξούμεθα·ἀνὴρ γὰρ οὐδεὶς ὧδε βάρβαρος φρένας,ὃς ὄνομʼ ἀκούσας τοὐμὸν οὐ δώσει βοράν.κλεινὸν τὸ Τροίας πῦρ ἐγώ θʼ ὃς ἧψά νιν,Μενέλαος, οὐκ ἄγνωστος ἐν πάσῃ χθονί.