κρύψας γυναῖκα τὴν κακῶν πάντων ἐμοὶἄρξασαν ἥκω τούς τε περιλελειμμένουςφίλων φυλάσσειν τἄμʼ ἀναγκάσας λέχη.μόνος δὲ νοστῶ, τοῖς ἐκεῖ ζητῶν φίλοιςτὰ πρόσφορʼ ἤν πως ἐξερευνήσας λάβω.ἰδὼν δὲ δῶμα περιφερὲς θριγκοῖς τόδεπύλας τε σεμνὰς ἀνδρὸς ὀλβίου τινός,προσῆλθον· ἐλπὶς δʼ ἔκ γε πλουσίων δόμωνλαβεῖν τι ναύταις· ἐκ δὲ μὴ ἐχόντων βίον —οὐδʼ εἰ θέλοιεν, ὠφελεῖν ἔχοιεν ἄν.ὠή· τίς ἂν πυλωρὸς ἐκ δόμων μόλοι,ὅστις διαγγείλειε τἄμʼ ἔσω κακά;τίς πρὸς πύλαισιν; οὐκ ἀπαλλάξῃ δόμωνκαὶ μὴ πρὸς αὐλείοισιν ἑστηκὼς πύλαιςὄχλον παρέξεις δεσπόταις; ἢ κατθανῇἝλλην πεφυκώς, οἷσιν οὐκ ἐπιστροφαί.ὦ γραῖα, ταὐτὰ ταῦτʼ ἔπη κἄλλως λέγεινἔξεστι, πείσομαι γάρ· ἀλλʼ ἄνες λόγον.ἄπελθʼ· ἐμοὶ γὰρ τοῦτο πρόσκειται, ξένε,μηδένα πελάζειν τοισίδʼ Ἑλλήνων δόμοις.ἆ· μὴ προσείλει χεῖρα μηδʼ ὤθει βίᾳ.πείθῃ γὰρ οὐδὲν ὧν λέγω, σὺ δʼ αἴτιος.ἄγγειλον εἴσω δεσπόταισι τοῖσι σοῖςπικρῶς ἄρʼ οἶμαί γʼ ἀγγελεῖν τοὺς σοὺς λόγους.ναυαγὸς ἥκω ξένος, ἀσύλητον γένος.οἶκον πρὸς ἄλλον νύν τινʼ ἀντὶ τοῦδʼ ἴθι.οὔκ, ἀλλʼ ἔσω πάρειμι· καὶ σύ μοι πιθοῦ.ὀχληρὸς ἴσθʼ ὤν· καὶ τάχʼ ὠσθήσῃ βίᾳ.αἰαῖ· τὰ κλεινὰ ποῦ ʼστί μοι στρατεύματα;οὐκοῦν ἐκεῖ που σεμνὸς ἦσθʼ, οὐκ ἐνθάδε.ὦ δαῖμον, ὡς ἀνάξιʼ ἠτιμώμεθα.τί βλέφαρα τέγγεις δάκρυσι; πρὸς τίνʼ οἰκτρὸς εἶ;πρὸς τὰς πάροιθεν συμφορὰς εὐδαίμονας.οὔκουν ἀπελθὼν δάκρυα σοῖς δώσεις φίλοις;τίς δʼ ἥδε χώρα; τοῦ δὲ βασίλειοι δόμοι;Πρωτεὺς τάδʼ οἰκεῖ δώματʼ, Αἴγυπτος δὲ γῆ.Αἴγυπτος; ὦ δύστηνος, οἷ πέπλευκʼ ἄρα.τί δὴ τὸ Νείλου μεμπτόν ἐστί σοι γάνος;οὐ τοῦτʼ ἐμέμφθην· τὰς ἐμὰς στένω τύχας.πολλοὶ κακῶς πράσσουσιν, οὐ σὺ δὴ μόνος.