ὀλομένους τʼ Ἀχαιούς.ὦ τὰς τεθρίππους Οἰνομάῳ Πῖσαν κάταΠέλοψ ἁμίλλας ἐξαμιλληθείς ποτε,εἴθʼ ὤφελες τόθʼ, ἡνίκʼ ἔρανον εἰς θεοὺςπεισθεὶς ἐποίεις, ἐν θεοῖς λιπεῖν βίον,πρὶν τὸν ἐμὸν Ἀτρέα πατέρα γεννῆσαί ποτε,ὃς ἐξέφυσεν Ἀερόπης λέκτρων ἄποἈγαμέμνονʼ ἐμέ τε Μενέλεων, κλεινὸν ζυγόν·πλεῖστον γὰρ οἶμαι — καὶ τόδʼ οὐ κόμπῳ λέγω —στράτευμα κώπῃ διορίσαι Τροίαν ἔπι,τύραννος οὐδὲν πρὸς βίαν στρατηλατῶν,ἑκοῦσι δʼ ἄρξας Ἑλλάδος νεανίαις.καὶ τοὺς μὲν οὐκέτʼ ὄντας ἀριθμῆσαι πάρα,τοὺς δʼ ἐκ θαλάσσης ἀσμένους πεφευγότας,νεκρῶν φέροντας ὀνόματʼ εἰς οἴκους πάλιν.ἐγὼ δʼ ἐπʼ οἶδμα πόντιον γλαυκῆς ἁλὸςτλήμων ἀλῶμαι χρόνον ὅσονπερ Ἰλίουπύργους ἔπερσα, κἀς πάτραν χρῄζων μολεῖνοὐκ ἀξιοῦμαι τοῦδε πρὸς θεῶν τυχεῖν.Λιβύης τʼ ἐρήμους ἀξένους τʼ ἐπιδρομὰςπέπλευκα πάσας· χὥταν ἐγγὺς ὦ πάτρας,πάλιν μʼ ἀπωθεῖ πνεῦμα, κοὔποτʼ οὔριονἐσῆλθε λαῖφος ὥστε μʼ ἐς πάτραν μολεῖν.καὶ νῦν τάλας ναυαγὸς ἀπολέσας φίλουςἐξέπεσον ἐς γῆν τήνδε· ναῦς δὲ πρὸς πέτραςπολλοὺς ἀριθμοὺς ἄγνυται ναυαγίων.τρόπις δʼ ἐλείφθη ποικίλων ἁρμοσμάτων,ἐφʼ ἧς ἐσώθην μόλις ἀνελπίστῳ τύχῃἙλένη τε, Τροίας ἣν ἀποσπάσας ἔχω.ὄνομα δὲ χώρας ἥτις ἥδε καὶ λεὼςοὐκ οἶδα· ὄχλον γὰρ ἐσπεσεῖν ᾐσχυνόμηνὥσθʼ ἱστορῆσαι, τὰς ἐμὰς δυσχλαινίαςκρύπτων ὑπʼ αἰδοῦς τῆς τύχης. ὅταν δʼ ἀνὴρπράξῃ κακῶς ὑψηλός, εἰς ἀηθίανπίπτει κακίω τοῦ πάλαι δυσδαίμονος.χρεία δὲ τείρει μʼ· οὔτε γὰρ σῖτος πάραοὔτʼ ἀμφὶ χρῶτʼ ἐσθῆτες· αὐτὰ δʼ εἰκάσαιπάρεστι ναὸς ἐκβόλοις ἃ ἀμπίσχομαι.πέπλους δὲ τοὺς πρὶν λαμπρά τʼ ἀμφιβλήματαχλιδάς τε πόντος ἥρπασʼ· ἐν δʼ ἄντρου μυχοῖς