τὸν ὑδρόεντι δόνακι χλωρὸνΕὐρώταν, θανόντοςεἰ βάξις ἔτυμος ἀνδρὸςἅδε μοι — τί τάδʼ ἀσύνετα; —φόνιον αἰώρημαδιὰ δέρης ὀρέξομαι,ἢ ξιφοκτόνον δίωγμαλαιμορρύτου σφαγᾶςαὐτοσίδαρον ἔσω πελάσω διὰ σαρκὸς ἅμιλλαν,θῦμα τριζύγοις θεαῖσιτῷ τε σήραγγας Ἰδαί-ας ἐνίζοντι Πριαμί-δᾳ ποτʼ ἀμφὶ βουστάθμους.ἄλλοσʼ ἀποτροπὰ κακῶνγένοιτο, τὸ δὲ σὸν εὐτυχές.ἰὼ Τροία τάλαινα,διʼ ἔργʼ ἄνεργʼ ὄλλυσαιμέλεά τʼ ἔτλας· τὰ δʼ ἐμὰ δῶραΚύπριδος ἔτεκε πολὺ μὲν αἷμα,πολὺ δὲ δάκρυον· ἄχεά τʼ ἄχεσι,δάκρυα δάκρυσιν ἔλαβε, πάθεαματέρες τε παῖδας ὄλεσαν,ἀπὸ δὲ παρθένοι κόμαςἔθεντο σύγγονοι νεκρῶν Σκαμάνδριονἀμφὶ Φρύγιον οἶδμα.βοὰν βοὰν δʼ Ἑλλὰςκελάδησε κἀνοτότυξεν,ἐπὶ δὲ κρατὶ χέρας ἔθηκεν,ὄνυχι δʼ ἁπαλόχροα γένυνδεῦσε φονίαισι πλαγαῖς.ὦ μάκαρ Ἀρκαδίᾳ ποτὲ παρθένε Καλλιστοῖ, Διὸςἃ λεχέων ἐπέβας τετραβάμοσι γυίοις,ὡς πολὺ ματρὸς ἐμᾶς ἔλαχες πλέον,ἁ μορφᾷ θηρῶν λαχνογυίων —ὄμματι λάβρῷ σχῆμα λεαίνης —ἐξαλλάξασʼ ἄχθεα λύπης·ἅν τέ ποτʼ Ἄρτεμις ἐξεχορεύσατοχρυσοκέρατʼ ἔλαφον Μέροπος Τιτανίδα κούρανκαλλοσύνας ἕνεκεν· τὸ δʼ ἐμὸν δέμαςὤλεσεν ὤλεσε πέργαμα Δαρδανίας