καὶ μὴν σαφῶς γʼ ἔλεξʼ ὀλωλέναι πόσιν.πόλλʼ ἂν γένοιτο καὶ διὰ ψευδῶν ἔπη.καὶ τἄμπαλίν γε τῶνδʼ ἀληθείᾳ σαφῆ.ἐς ξυμφορὰν γὰρ ἀντὶ τἀγαθοῦ φέρῃ.φόβος γὰρ ἐς τὸ δεῖμα περιβαλών μʼ ἄγει.πῶς δʼ εὐμενείας τοισίδʼ ἐν δόμοις ἔχεις;πάντες φίλοι μοι πλὴν ὁ θηρεύων γάμους.οἶσθʼ οὖν ὃ δρᾶσον; μνήματος λιποῦσʼ ἕδραν —ἐς ποῖον ἕρπεις μῦθον ἢ παραίνεσιν;ἐλθοῦσʼ ἐς οἴκους, ἣ τὰ πάντʼ ἐπίσταται,τῆς ποντίας Νηρῇδος ἐκγόνου κόρης,πυθοῦ πόσιν σὸν Θεονόης, εἴτʼ ἔστʼ ἔτιεἴτʼ ἐκλέλοιπε φέγγος· ἐκμαθοῦσα δʼ εὖπρὸς τὰς τύχας τὸ χάρμα τοὺς γόους τʼ ἔχε.πρὶν δʼ οὐδὲν ὀρθῶς εἰδέναι, τί σοι πλέονλυπουμένῃ γένοιτʼ ἄν; ἀλλʼ ἐμοὶ πιθοῦ·τάφον λιποῦσα τόνδε σύμμειξον κόρῃ·ὅθενπερ εἴσῃ πάντα τἀληθῆ μαθεῖνἔχουσʼ ἐν οἴκοις τοῖσδε, τί βλέπεις πρόσω;θέλω δὲ κἀγὼ σοὶ συνεισελθεῖν δόμουςκαὶ συμπυθέσθαι παρθένου θεσπίσματα·γυναῖκα γὰρ δὴ συμπονεῖν γυναικὶ χρή.φίλαι, λόγους ἐδεξάμαν·βᾶτε βᾶτε δʼ ἐς δόμους,ἀγῶνας ἐντὸς οἴκωνὡς πύθησθε τοὺς ἐμούς.θέλουσαν οὐ μόλις καλεῖς.ἰὼ μέλεος ἁμέρα.τίνʼ ἄρα τάλαινα τίνα δακρυό-εντα λόγον ἀκούσομαι;μὴ πρόμαντις ἀλγέωνπρολάμβανʼ, ὦ φίλα, γόους.τί μοι πόσις μέλεος ἔτλα;πότερα δέρκεται φάοςτέθριππά θʼ ἁλίου κέλευθά τʼ ἀστέρων,ἢ ʼν νέκυσι κατὰ χθονὸςτὰν χρόνιον ἔχει τύχαν;ἐς τὸ φέρτερον τίθειτὸ μέλλον, ὅ τι γενήσεται.σὲ γὰρ ἐκάλεσα, σὲ δὲ κατόμοσα,