πρὸς θεῶν κακοῦται, βαρὺ μέν, οἰστέον δʼ ὅμως·ἡμεῖς δὲ πολλαῖς συμφοραῖς ἐγκείμεθα.πρῶτον μὲν οὐκ οὖσʼ ἄδικος, εἰμὶ δυσκλεής·καὶ τοῦτο μεῖζον τῆς ἀληθείας κακόν,ὅστις τὰ μὴ προσόντα κέκτηται κακά.ἔπειτα πατρίδος θεοί μʼ ἀφιδρύσαντο γῆςἐς βάρβαρʼ ἤθη, καὶ φίλων τητωμένηδούλη καθέστηκʼ οὖσʼ ἐλευθέρων ἄπο·τὰ βαρβάρων γὰρ δοῦλα πάντα πλὴν ἑνός.ἄγκυρα δʼ ἥ μου τὰς τύχας ὤχει μόνη,πόσιν ποθʼ ἥξειν καί μʼ ἀπαλλάξειν κακῶν —οὗτος τέθνηκεν, οὗτος οὐκέτʼ ἔστι δή.μήτηρ δʼ ὄλωλε, καὶ φονεὺς αὐτῆς ἐγώ,ἀδίκως μέν, ἀλλὰ τἄδικον τοῦτʼ ἔστʼ ἐμόν·ὃ δʼ ἀγλάισμα δωμάτων ἐμοῦ τʼ ἔφυ,θυγάτηρ ἄνανδρος πολιὰ παρθενεύεται·τὼ τοῦ Διὸς δὲ λεγομένω Διοσκόρωοὐκ ἐστόν. ἀλλὰ πάντʼ ἔχουσα δυστυχῆτοῖς πράγμασιν τέθνηκα, τοῖς δʼ ἔργοισιν οὔ.τὸ δʼ ἔσχατον τοῦτʼ, εἰ μόλοιμεν ἐς πάτραν,κλῄθροις ἂν εἰργοίμεσθα — τὴν ὑπʼ Ἰλίῳδοκοῦντες Ἑλένην Μενέλεώ μʼ ἐλθεῖν μέτα.εἰ μὲν γὰρ ἔζη πόσις, ἀνεγνώσθημεν ἂνἐλθόντες, ἃ φανέρʼ ἦν μόνοις, ἐς ξύμβολα.νῦν δʼ οὔτε τοῦτʼ ἔστʼ οὔτε μὴ σωθῇ ποτε.τί δῆτʼ ἔτι ζῶ; τίνʼ ὑπολείπομαι τύχην;γάμους ἑλομένη τῶν κακῶν ὑπαλλαγάς,μετʼ ἀνδρὸς οἰκεῖν βαρβάρου πρὸς πλουσίαντράπεζαν ἵζουσʼ; ἀλλʼ ὅταν πόσις πικρὸςξυνῇ γυναικί, καὶ τὸ σῶμʼ ἐστιν πικρόν.θανεῖν κράτιστον· πῶς θάνοιμʼ ἂν οὐ καλῶς;ἀσχήμονες μὲν ἀγχόναι μετάρσιοι,κἀν τοῖσι δούλοις δυσπρεπὲς νομίζεται·σφαγαὶ δʼ ἔχουσιν εὐγενές τι καὶ καλόν,σμικρὸν δʼ ὁ καιρὸς σάρκʼ ἀπαλλάξαι βίου.ἐς γὰρ τοσοῦτον ἤλθομεν βάθος κακῶν·αἱ μὲν γὰρ ἄλλαι διὰ τὸ κάλλος εὐτυχεῖςγυναῖκες, ἡμᾶς δʼ αὐτὸ τοῦτʼ ἀπώλεσεν.Ἑλένη, τὸν ἐλθόνθʼ, ὅστις ἐστὶν ὁ ξένος,μὴ πάντʼ ἀληθῆ δοξάσῃς εἰρηκέναι.