Ἰλίῳ πεύκαν;ἔνθεν ὀλόμενον σκάφοςσυναρμόσας ὁ Πριαμίδαςἔπλευσε βαρβάρῳ πλάτᾳτὰν ἐμὰν ἐφʼ ἑστίαν,ἐπὶ τὸ δυστυχέστατονκάλλος, ὡς ἕλοι, γάμωνἀμῶν· ἅ τε δόλιοςἁ πολυκτόνος ΚύπριςΔαναΐδαις ἄγουσα θάνατον Πριαμίδαις,ὦ τάλαινα συμφορᾶς.ἁ δὲ χρυσέοις θρόνοιςΔιὸς ὑπαγκάλισμα σεμνὸνἭρα τὸν ὠκύπουνἔπεμψε Μαιάδος γόνον·ὅς με χλοερὰ δρεπομένανἔσω πέπλων ῥόδεα πέταλα,Χαλκίοικον ὡς Ἀθάναν μόλοιμʼ,ἀναρπάσας διʼ αἰθέροςτάνδε γαῖαν εἰς ἄνολβονἔριν ἔριν τάλαιναν ἔθετοΠριαμίδαισιν Ἑλλάδος.τὸ δʼ ἐμὸν ὄνομαπαρὰ Σιμουντίοις ῥοαῖσιμαψίδιον ἔχει φάτιν.ἔχεις μὲν ἀλγείνʼ, οἶδα· σύμφορον δέ τοιὡς ῥᾷστα τἀναγκαῖα τοῦ βίου φέρειν.φίλαι γυναῖκες, τίνι πότμῳ συνεζύγην;ἆρʼ ἡ τεκοῦσά μʼ ἔτεκεν ἀνθρώποις τέρας;γυνὴ γὰρ οὔθʼ Ἑλληνὶς οὔτε βάρβαροςτεῦχος νεοσσῶν λευκὸν ἐκλοχεύεται,ἐν ᾧ με Λήδαν φασὶν ἐκ Διὸς τεκεῖν.τέρας γὰρ ὁ βίος καὶ τὰ πράγματʼ ἐστί μου,τὰ μὲν διʼ Ἥραν, τὰ δὲ τὸ κάλλος αἴτιον.εἴθʼ ἐξαλειφθεῖσʼ ὡς ἄγαλμʼ αὖθις πάλιναἴσχιον εἶδος ἔλαβον ἀντὶ τοῦ καλοῦ,καὶ τὰς τύχας μὲν τὰς κακὰς ἃς νῦν ἔχωἝλληνες ἐπελάθοντο, τὰς δὲ μὴ κακὰςἔσῳζον ὥσπερ τὰς κακὰς σῴζουσί μου.ὅστις μὲν οὖν ἐς μίαν ἀποβλέπων τύχην