ναύτας Ἀχαιῶντις ἔμολεν ἔμολε δάκρυα δάκρυσί μοι φέρων.Ἰλίου κατασκαφαὶπυρὶ μέλουσι δαΐῳδιʼ ἐμὲ τὰν πολυκτόνον,διʼ ἐμὸν ὄνομα πολύπονον.Λήδα δʼ ἐν ἀγχόναιςθάνατον ἔλαβεν αἰσχύ-νας ἐμᾶς ὑπʼ ἀλγέων.ὁ δʼ ἐμὸς ἐν ἁλὶ πολυπλανὴςπόσις ὀλόμενος οἴχεται,κάστορός τε συγγόνου τεδιδυμογενὲς ἄγαλμα πατρίδοςἀφανὲς ἀφανὲς ἱππόκροτα λέ-λοιπε δάπεδα γυμνάσιά τεδονακόεντος Εὐρώ-τα, νεανιᾶν πόνον.αἰαῖ αἰαῖ·ὦ δαίμονος πολυστόνουμοίρας τε σᾶς, γύναι.αἰὼν δυσαίωντις ἔλαχεν ἔλαχεν, ὅτε σʼ ἐτέκετο ματρόθενχιονόχρως κύκνου πτερῷΖεὺς πρέπων διʼ αἰθέρος·τί γὰρ ἄπεστί σοι κακῶν;τίνα δὲ βίοτον οὐκ ἔτλας;μάτηρ μὲν οἴχεται,δίδυμά τε Διὸς οὐκ εὐ-δαιμονεῖ τέκεα φίλα,χθόνα δὲ πάτριον οὐχ ὁρᾷς,διὰ δὲ πόλεας ἔρχεταιβάξις, ἅ σε βαρβάροισι,πότνια, παραδίδωσι λέχεσιν,ὁ δὲ σὸς ἐν ἁλὶ κύμασί τε λέ-λοιπε βίοτον, οὐδέ ποτʼ ἔτιπάτρια μέλαθρα καὶ τὰνΧαλκίοικον ὀλβιεῖς.φεῦ φεῦ, τίς ἢ Φρυγῶνἢ τίς Ἑλλανίας ἀπὸ χθονὸςἔτεμε τὰν δακρυόεσσαν