Ἑλένῃ δʼ ὅμοιον σῶμʼ ἔχουσʼ οὐ τὰς φρέναςἔχεις ὁμοίας, ἀλλὰ διαφόρους πολύ.κακῶς δʼ ὄλοιτο μηδʼ ἐπʼ Εὐρώτα ῥοὰςἔλθοι· σὺ δʼ εἴης εὐτυχὴς ἀεί, γύναι.ὤ, μεγάλων ἀχέων καταβαλλομένα μέγαν οἶκτονποῖον ἁμιλλαθῶ γόον; ἢ τίνα μοῦσαν ἐπέλθωδάκρυσιν ἢ θρήνοις ἢ πένθεσιν; αἰαῖ.πτεροφόροι νεάνιδες,παρθένοι Χθονὸς κόραιΣειρῆνες, εἴθʼ ἐμοῖς γόοιςμόλοιτʼ ἔχουσαι Λίβυνλωτὸν ἢ σύριγγας ἢφόρμιγγας, αἰλίνοις κακοῖςτοῖς ἐμοῖσι σύνοχα δάκρυα·πάθεσι πάθεα, μέλεσι μέλεα,μουσεῖα θρηνήμα-σι ξυνῳδὰ πέμψειεΦερσέφασσαφόνια, χάριτας ἵνʼ ἐπὶ δάκρυσιπαρʼ ἐμέθεν ὑπὸ μέλαθρα νύχιαπαιᾶνανέκυσιν ὀλομένοις λάβῃ.κυανοειδὲς ἀμφʼ ὕδωρἔτυχον ἕλικά τʼ ἀνὰ χλόανφοίνικας ἁλίου πέπλουςαὐγαῖσιν ἐν χρυσέαιςἀμφὶ δόνακος ἔρνεσινθάλπουσα· ποτνίας δʼ ἐμᾶς,ἔνθεν οἰκτρὸν ἀνεβόασεν,ὅμαδον ἔκλυον, ἄλυρον ἔλεγον,ὅτι ποτʼ ἔλακεν αἰάγμα-σι στένουσα, Νύμφα τιςοἷα Ναῒςὄρεσι φυγάδα νόμον ἱεῖσαγοερόν, ὑπὸ δὲ πέτρινα γύαλακλαγγαῖσιΠανὸς ἀναβοᾷ γάμους.ἰὼ ἰώ·θήραμα βαρβάρου πλάτας,Ἑλλανίδες κόραι,