ἀνείλετʼ, ἐς δὲ γαῖαν ἐξέβησέ σοιτάδʼ ἀγγελοῦντα. σώφρονος δʼ ἀπιστίαςοὐκ ἔστιν οὐδὲν χρησιμώτερον βροτοῖς.οὐκ ἄν ποτʼ ηὔχουν οὔτε σʼ οὔθʼ ἡμᾶς λαθεῖνΜενέλαον, ὦναξ, ὡς ἐλάνθανεν παρών.ὦ γυναικείαις τέχναισιν αἱρεθεὶς ἐγὼ τάλας·ἐκπεφεύγασιν γάμοι με. κεἰ μὲν ἦν ἁλώσιμοςναῦς διώγμασιν, πονήσας εἷλον ἂν τάχα ξένους·νῦν δὲ τὴν προδοῦσαν ἡμᾶς τεισόμεσθα σύγγονον,ἥτις ἐν δόμοις ὁρῶσα Μενέλεων οὐκ εἶπέ μοι.τοιγὰρ οὔποτʼ ἄλλον ἄνδρα ψεύσεται μαντεύμασιν.οὗτος ὤ, ποῖ σὸν πόδʼ αἴρεις, δέσποτʼ, ἐς ποῖον φόνον;οἷπερ ἡ δίκη κελεύει με· ἀλλʼ ἀφίστασʼ ἐκποδών.οὐκ ἀφήσομαι πέπλων σῶν· μεγάλα γὰρ σπεύδεις κακά.ἀλλὰ δεσποτῶν κρατήσεις δοῦλος ὤν;φρονῶ γὰρ εὖ.οὐκ ἔμοιγʼ, εἰ μή μʼ ἐάσεις —οὐ μὲν οὖν σʼ ἐάσομεν.σύγγονον κτανεῖν κακίστην —εὐσεβεστάτην μὲν οὖν.ἥ με προύδωκεν —καλήν γε προδοσίαν, δίκαια δρᾶν.τἀμὰ λέκτρʼ ἄλλῳ διδοῦσα.τοῖς γε κυριωτέροις.κύριος δὲ τῶν ἐμῶν τίς;ὃς ἔλαβεν πατρὸς πάρα.ἀλλʼ ἔδωκεν ἡ τύχη μοι.τὸ δὲ χρεὼν ἀφείλετο.οὐ σὲ τἀμὰ χρὴ δικάζειν.ἤν γε βελτίω λέγω.ἀρχόμεσθʼ ἄρʼ, οὐ κρατοῦμεν.ὅσια δρᾶν, τὰ δʼ ἔκδικʼ οὔ.κατθανεῖν ἐρᾶν ἔοικας.κτεῖνε· σύγγονον δὲ σὴνοὐ κτενεῖς ἡμῶν ἑκόντων, ἀλλʼ ἔμε· ὡς πρὸ δεσποτῶντοῖσι γενναίοισι δούλοις εὐκλεέστατον θανεῖν.ἐπίσχες ὀργὰς αἷσιν οὐκ ὀρθῶς φέρῃ,Θεοκλύμενε, γαίας τῆσδʼ ἄναξ· δισσοὶ δέ σεΔιόσκοροι καλοῦμεν, οὓς Λήδα ποτὲἔτικτεν Ἑλένην θʼ, ἣ πέφευγε σοὺς δόμους·