βοῆς κελευστοῦ φθέγμαθʼ ὡς ἠκούσαμεν.ἐπεὶ δὲ γαίας ἦμεν οὔτʼ ἄγαν πρόσωοὔτʼ ἐγγύς, οὕτως ἤρετʼ οἰάκων φύλαξ·ἔτʼ, ὦ ξένʼ, ἐς τὸ πρόσθεν — ἢ καλῶς ἔχει —πλεύσωμεν; ἀρχαὶ γὰρ νεὼς μέλουσι σοί.ὃ δʼ εἶφʼ· ἅλις μοι. δεξιᾷ δʼ ἑλὼν ξίφοςἐς πρῷραν εἷρπε κἀπὶ ταυρείῳ σφαγῇσταθεὶς νεκρῶν μὲν οὐδενὸς μνήμην ἔχων,τέμνων δὲ λαιμὸν ηὔχετʼ· ὦ ναίων ἅλαπόντιε Πόσειδον Νηρέως θʼ ἁγναὶ κόραι,σώσατέ μʼ ἐπʼ ἀκτὰς Ναυπλίας δάμαρτά τεἄσυλον ἐκ γῆς. αἵματος δʼ ἀπορροαὶἐς οἶδμʼ ἐσηκόντιζον οὔριοι ξένῳ.καί τις τόδʼ εἶπε· δόλιος ἡ ναυκληρία.πάλιν πλέωμεν· δεξιὰν κέλευε σύ,σὺ δὲ στρέφʼ οἴακʼ. ἐκ δὲ ταυρείου φόνουἈτρέως σταθεὶς παῖς ἀνεβόησε συμμάχους·τί μέλλετʼ, ὦ γῆς Ἑλλάδος λωτίσματα,σφάζειν φονεύειν βαρβάρους νεώς τʼ ἄποῥίπτειν ἐς οἶδμα; ναυβάταις δὲ τοῖσι σοῖςβοᾷ κελευστὴς τὴν ἐναντίαν ὄπα·οὐκ εἶʼ ὃ μέν τις λοῖσθον ἀρεῖται δόρυ,ὃ δὲ ζύγʼ ἄξας, ὃ δʼ ἀφελὼν σκαλμοῦ πλάτηνκαθαιματώσει κρᾶτα πολεμίων ξένων;ὀρθοὶ δʼ ἀνῇξαν πάντες, οἳ μὲν ἐν χεροῖνκορμοὺς ἔχοντες ναυτικούς, οἳ δὲ ξίφη·φόνῳ δὲ ναῦς ἐρρεῖτο. παρακέλευσμα δʼ ἦνπρύμνηθεν Ἑλένης· ποῦ τὸ Τρωικὸν κλέος;δείξατε πρὸς ἄνδρας βαρβάρους· σπουδῆς δʼ ὕποἔπιπτον, οἳ δʼ ὠρθοῦντο, τοὺς δὲ κειμένουςνεκροὺς ἂν εἶδες. Μενέλεως δʼ ἔχων ὅπλα,ὅποι νοσοῖεν ξύμμαχοι κατασκοπῶν,ταύτῃ προσῆγε χειρὶ δεξιᾷ ξίφος,ὥστʼ ἐκκολυμβᾶν ναός, ἠρήμωσε δὲσῶν ναυβατῶν ἐρετμά. ἐπʼ οἰάκων δὲ βὰςἄνακτʼ ἐς Ἑλλάδʼ εἶπεν εὐθύνειν δόρυ.οἳ δʼ ἱστὸν ᾖρον, οὔριαι δʼ ἧκον πνοαί.βεβᾶσι δʼ ἐκ γῆς. διαφυγὼν δʼ ἐγὼ φόνονκαθῆκʼ ἐμαυτὸν εἰς ἅλʼ ἄγκυραν πάρα·ἤδη δὲ κάμνονθʼ ὁρμιατόνων μέ τις