οὐ γὰρ πεπρωμένοισιν ὀργίζῃ γάμοις,οὐδʼ ἡ θεᾶς Νηρῇδος ἔκγονος κόρηἀδικεῖ σʼ ἀδελφὴ Θεονόη, τὰ τῶν θεῶντιμῶσα πατρός τʼ ἐνδίκους ἐπιστολάς.ἐς μὲν γὰρ αἰεὶ τὸν παρόντα νῦν χρόνονκείνην κατοικεῖν σοῖσιν ἐν δόμοις ἐχρῆν·ἐπεὶ δὲ Τροίας ἐξανεστάθη βάθρα,καὶ τοῖς θεοῖς παρέσχε τοὔνομʼ, οὐκέτι·ἐν τοῖσι δʼ αὑτῆς δεῖ νιν ἐζεῦχθαι γάμοιςἐλθεῖν τʼ ἐς οἴκους καὶ συνοικῆσαι πόσει.ἀλλʼ ἴσχε μὲν σῆς συγγόνου μέλαν ξίφος,νόμιζε δʼ αὐτὴν σωφρόνως πράσσειν τάδε.πάλαι δʼ ἀδελφὴν κἂν πρὶν ἐξεσώσαμεν,ἐπείπερ ἡμᾶς Ζεὺς ἐποίησεν θεούς·ἀλλʼ ἥσσονʼ ἦμεν τοῦ πεπρωμένου θʼ ἅμακαὶ τῶν θεῶν, οἷς ταῦτʼ ἔδοξεν ὧδʼ ἔχειν.σοὶ μὲν τάδʼ αὐδῶ, συγγόνῳ δʼ ἐμῇ λέγω·πλεῖ ξὺν πόσει σῷ· πνεῦμα δʼ ἕξετʼ οὔριον·σωτῆρε δʼ ἡμεῖς σὼ κασιγνήτω διπλῶπόντον παριππεύοντε πέμψομεν πάτραν.ὅταν δὲ κάμψῃς καὶ τελευτήσῃς βίον,θεὸς κεκλήσῃ καὶ Διοσκόρων μέτασπονδῶν μεθέξεις ξένιά τʼ ἀνθρώπων πάραἕξεις μεθʼ ἡμῶν· Ζεὺς γὰρ ὧδε βούλεται.οὗ δʼ ὥρισέν σοι πρῶτα Μαιάδος τόκος,Σπάρτης ἀπάρας, τὸν κατʼ οὐρανὸν δρόμον,κλέψας δέμας σὸν μὴ Πάρις γήμειέ σε,— φρουρὸν παρʼ Ἀκτὴν τεταμένην νῆσον λέγω —Ἑλένη τὸ λοιπὸν ἐν βροτοῖς κεκλήσεται,ἐπεὶ κλοπαίαν σʼ ἐκ δόμων ἐδέξατο.καὶ τῷ πλανήτῃ Μενέλεῳ θεῶν πάραμακάρων κατοικεῖν νῆσόν ἐστι μόρσιμον·τοὺς εὐγενεῖς γὰρ οὐ στυγοῦσι δαίμονες,τῶν δʼ ἀναριθμήτων μᾶλλόν εἰσιν οἱ πόνοι.ὦ παῖδε Λήδας καὶ Διός, τὰ μὲν πάροςνείκη μεθήσω σφῶν κασιγνήτης πέρι·ἐγὼ δʼ ἀδελφὴν οὐκέτʼ ἂν κτάνοιμʼ ἐμήν.κείνη δʼ ἴτω πρὸς οἶκον, εἰ θεοῖς δοκεῖ.ἴστον δʼ ἀρίστης σωφρονεστάτης θʼ ἅμαγεγῶτʼ ἀδελφῆς ὁμογενοῦς ἀφʼ αἵματος.