πηδάλιά τε ζεύγλαισι παρακαθίετο.κἀν τῷδε μόχθῳ, τοῦτʼ ἄρα σκοπούμενοι,Ἕλληνες ἄνδρες Μενέλεῳ ξυνέμποροιπροσῆλθον ἀκταῖς ναυφθόροις ἠσθημένοιπέπλοισιν, εὐειδεῖς μέν, αὐχμηροὶ δʼ ὁρᾶν.ἰδὼν δέ νιν παρόντας Ἀτρέως γόνοςπροσεῖπε δόλιον οἶκτον ἐς μέσον φέρων·ὦ τλήμονες, πῶς ἐκ τίνος νεώς ποτεἈχαιίδος θραύσαντες ἥκετε σκάφος;ἆρʼ Ἀτρέως παῖδʼ ὀλόμενον συνθάπτετε,ὃν Τυνδαρὶς παῖς ἥδʼ ἀπόντα κενοταφεῖ;οἳ δʼ ἐκβαλόντες δάκρυα ποιητῷ τρόπῳ,ἐς ναῦν ἐχώρουν Μενέλεῳ ποντίσματαφέροντες. ἡμῖν δʼ ἦν μὲν ἥδʼ ὑποψίαλόγος τʼ ἐν ἀλλήλοισι, τῶν ἐπεσβατῶνὡς πλῆθος εἴη· διεσιωπῶμεν δʼ ὅμωςτοὺς σοὺς λόγους σῴζοντες· ἄρχειν γὰρ νεὼςξένον κελεύσας πάντα συνέχεας τάδε.καὶ τἄλλα μὲν δὴ ῥᾳδίως ἔσω νεὼςἐθέμεθα κουφίζοντα· ταύρειος δὲ ποὺςοὐκ ἤθελʼ ὀρθὸς σανίδα προσβῆναι κάτα,ἀλλʼ ἐξεβρυχᾶτʼ ὄμμʼ ἀναστρέφων κύκλῳκυρτῶν τε νῶτα κἀς κέρας παρεμβλέπωνμὴ θιγγάνειν ἀπεῖργεν. ὁ δʼ Ἑλένης πόσιςἐκάλεσεν· ὦ πέρσαντες Ἰλίου πόλιν,οὐκ εἶʼ ἀναρπάσαντες Ἑλλήνων νόμῳνεανίαις ὤμοισι ταύρειον δέμαςἐς πρῷραν ἐμβαλεῖτε, φάσγανόν θʼ ἅμαπρόχειρον ὤσει σφάγια τῷ τεθνηκότι;οἳ δʼ ἐς κέλευσμʼ ἐλθόντες ἐξανήρπασανταῦρον φέροντές τʼ εἰσέθεντο σέλματα.μονάμπυκον δὲ Μενέλεως ψήχων δέρηνμέτωπά τʼ ἐξέπεισεν ἐσβῆναι δόρυ.τέλος δʼ, ἐπειδὴ ναῦς τὰ πάντʼ ἐδέξατο,πλήσασα κλιμακτῆρας εὐσφύρῳ ποδίἙλένη καθέζετʼ ἐν μέσοις ἑδωλίοις,ὅ τʼ οὐκέτʼ ὢν λόγοισι Μενέλεως πέλας·ἄλλοι δὲ τοίχους δεξιοὺς λαιούς τʼ ἴσοιἀνὴρ παρʼ ἄνδρʼ ἕζονθʼ, ὑφʼ εἵμασι ξίφηλαθραῖʼ ἔχοντες, ῥόθιά τʼ ἐξεπίμπλατο