διʼ αἰθέρος ἱέμενοιπαῖδες Τυνδαρίδαι,λαμπρῶν ἄστρων ὑπʼ ἀέλλαισιν·οἳ ναίετʼ οὐράνιοι,σωτῆρες τᾶς Ἑλένας,γλαυκὸν ἔπιτʼ οἶδμα κυανόχροά τε κυμάτωνῥόθια πολιὰ θαλάσσας,ναύταις εὐαεῖς ἀνέμωνπέμποντες Διόθεν πνοάς·δύσκλειαν δʼ ἀπὸ συγγόνουβάλετε βαρβάρων λεχέων,ἃν Ἰδαίων ἐρίδωνποιναθεῖσʼ ἐκτήσατο, γᾶνοὐκ ἐλθοῦσά ποτʼ ἸλίουΦοιβείους ἐπὶ πύργους.ἄναξ, τὰ κάκιστʼ ἐν δόμοις εὑρήκαμεν·ὡς καίνʼ ἀκούσῃ πήματʼ ἐξ ἐμοῦ τάχα.τί δʼ ἔστιν;ἄλλης ἐκπόνει μνηστεύματαγυναικός· Ἑλένη γὰρ βέβηκʼ ἔξω χθονός.πτεροῖσιν ἀρθεῖσʼ ἢ πεδοστιβεῖ ποδί;Μενέλαος αὐτὴν ἐκπεπόρθμευται χθονός,ὃς αὐτὸς αὑτὸν ἦλθεν ἀγγέλλων θανεῖν.ὦ δεινὰ λέξας· τίς δέ νιν ναυκληρίαἐκ τῆσδʼ ἀπῆρε χθονός; ἄπιστα γὰρ λέγεις.ἥν γε ξένῳ δίδως σύ· τούς τε σοὺς ἔχωνναύτας βέβηκεν, ὡς ἂν ἐν βραχεῖ μάθῃς.πῶς; εἰδέναι πρόθυμος· οὐ γὰρ ἐλπίδωνἔσω βέβηκα μίαν ὑπερδραμεῖν χέρατοσούσδε ναύτας, ὧν ἀπεστάλης μέτα.ἐπεὶ λιποῦσα τούσδε βασιλείους δόμουςἡ τοῦ Διὸς παῖς πρὸς θάλασσαν ἐστάλησοφώταθʼ ἁβρὸν πόδα τιθεῖσʼ ἀνέστενεπόσιν πέλας παρόντα κοὐ τεθνηκότα.ὡς δʼ ἤλθομεν σῶν περίβολον νεωρίων,Σιδωνίαν ναῦν πρωτόπλουν καθείλκομενζυγῶν τε πεντήκοντα κἀρετμῶν μέτραἔχουσαν. ἔργου δʼ ἔργον ἐξημείβετο·ὃ μὲν γὰρ ἱστόν, ὃ δὲ πλάτην καθίσατοταρσόν τε χειρί, λευκά θʼ ἱστίʼ εἰς ἓν ἦν