πέλαγος ἀνήνεμον ᾖ,γλαυκὰ δὲ Πόντου θυγάτηρΓαλάνεια τάδʼ εἴπῃ·κατὰ μὲν ἱστία πετάσατʼ αὔ-ραις λιπόντες εἰναλίαις,λάβετε δʼ εἰλατίνας πλάτας,ὦ ναῦται, ναῦται,πέμποντες εὐλιμένουςΠερσείων οἴκων Ἑλέναν ἐπʼ ἀκτάς.ἦ που κόρας ἂν ποταμοῦπαρʼ οἶδμα Λευκιππίδας ἢ πρὸ ναοῦΠαλλάδος ἂν λάβοιςχρόνῳ ξυνελθοῦσα χοροῖςἢ κώμοις Ὑακίνθουνύχιον ἐς εὐφροσύναν,ὃν ἐξαμιλλησάμενοςτροχῷ τέρμονα δίσκουἔκανε Φοῖβος, τᾷ Λακαί-νᾳ γᾷ βούθυτον ἁμέραν·ὁ Διὸς δʼ εἶπε σέβειν γόνος·μόσχον θʼ, ἃν οἴκοιςἔλειπες, Ἑρμιόναν,ἇς οὔπω πεῦκαι πρὸ γάμων ἔλαμψαν.διʼ ἀέρος εἴθε ποτανοὶγενοίμεσθʼ ᾇ Λιβύαςοἰωνοὶ στοχάδεςὄμβρον λιποῦσαι χειμέριοννίσονται πρεσβυτάτᾳσύριγγι πειθόμεναιποιμένος, ὃς ἄβροχα πεδία καρποφόρα τε γᾶςἐπιπετόμενος ἰαχεῖ.ὦ πταναὶ δολιχαύχενες,σύννομοι νεφέων δρόμου,βᾶτε Πλειάδας ὑπὸ μέσαςὠρίωνά τʼ ἐννύχιον·καρύξατʼ ἀγγελίαν,Εὐρώταν ἐφεζόμεναι,Μενέλεως ὅτι Δαρδάνουπόλιν ἑλὼν δόμον ἥξει.μόλοιτέ ποθʼ ἵππιον οἶμον