αὖθις κέλευσον, ἵνα σαφῶς μάθωσί σου.αὖθις κελεύω καὶ τρίτον γʼ, εἴ σοι φίλον.ὄναιο· κἀγὼ τῶν ἐμῶν βουλευμάτων.μή νυν ἄγαν σὸν δάκρυσιν ἐκτήξῃς χρόα.ἥδʼ ἡμέρα σοι τὴν ἐμὴν δείξει χάριν.τὰ τῶν θανόντων οὐδέν, ἀλλʼ ἄλλως πόνος.ἔστιν τι κἀκεῖ κἀνθάδʼ ὧν ἐγὼ λέγω.οὐδὲν κακίω Μενέλεώ μʼ ἕξεις πόσιν.οὐδὲν σὺ μεμπτός· τῆς τύχης με δεῖ μόνον.ἐν σοὶ τόδʼ, ἢν σὴν εἰς ἔμʼ εὔνοιαν διδῷς.οὐ νῦν διδαξόμεσθα τοὺς φίλους φιλεῖν.βούλῃ ξυνεργῶν αὐτὸς ἐκπέμψω στόλον;ἥκιστα· μὴ δούλευε σοῖς δούλοις, ἄναξ.ἀλλʼ εἶα· τοὺς μὲν Πελοπιδῶν ἐῶ νόμους·καθαρὰ γὰρ ἡμῖν δώματʼ· οὐ γὰρ ἐνθάδεψυχὴν ἀφῆκε Μενέλεως· ἴτω δέ τιςφράσων ὑπάρχοις τοῖς ἐμοῖς φέρειν γάμωνἀγάλματʼ οἴκους εἰς ἐμούς· πᾶσαν δὲ χρὴγαῖαν βοᾶσθαι μακαρίαις ὑμνῳδίαιςὑμέναιον Ἑλένης κἀμόν, ὡς ζηλωτὸς ᾖ.σὺ δʼ, ὦ ξένʼ, ἐλθών, πελαγίους ἐς ἀγκάλαςτῷ τῆσδε πρίν ποτʼ ὄντι δοὺς πόσει τάδε,πάλιν πρὸς οἴκους σπεῦδʼ ἐμὴν δάμαρτʼ ἔχων,ὡς τοὺς γάμους τοὺς τῆσδε συνδαίσας ἐμοὶστέλλῃ πρὸς οἴκους ἢ μένων εὐδαιμονῇς.ὦ Ζεῦ, πατήρ τε καὶ σοφὸς κλῄζῃ θεός,βλέψον πρὸς ἡμᾶς καὶ μετάστησον κακῶν.ἕλκουσι δʼ ἡμῖν πρὸς λέπας τὰς συμφορὰςσπουδῇ σύναψαι· κἂν ἄκρᾳ θίγῃς χερί,ἥξομεν ἵνʼ ἐλθεῖν βουλόμεσθα τῆς τύχης.ἅλις δὲ μόχθων οὓς ἐμοχθοῦμεν πάρος.κέκλησθέ μοι, θεοί, πολλά χρήσθʼ ἐμοῦ κλύεινκαὶ λύπρʼ· ὀφείλω δʼ οὐκ ἀεὶ πράσσειν κακῶς,ὀρθῷ δὲ βῆναι ποδί· μίαν δέ μοι χάρινδόντες τὸ λοιπὸν εὐτυχῆ με θήσετε.Φοίνισσα Σιδωνιὰς ὦταχεῖα κώπα, ῥοθίοισι μάτηρεἰρεσίας φίλα,χοραγὲ τῶν καλλιχόρωνδελφίνων, ὅταν αὔραις