ταῦτʼ ἐμβαλὼν πόρπακι γενναίαν χέρααὐτὸς κομίζει δόρυ τε δεξιᾷ λαβών,ὡς τῷ θανόντι χάριτα δὴ συνεκπονῶν.προύργου δʼ ἐς ἀλκὴν σῶμʼ ὅπλοις ἠσκήσατο,ὡς βαρβάρων τρόπαια μυρίων χερὶθήσων, ὅταν κωπῆρες ἐσβῶμεν σκάφος,πέπλους δʼ ἀμείψασʼ ἀντὶ ναυφθόρου στολῆςἐγώ νιν ἐξήσκησα, καὶ λουτροῖς χρόαἔδωκα, χρόνια νίπτρα ποταμίας δρόσου.ἀλλʼ, ἐκπερᾷ γὰρ δωμάτων ὁ τοὺς ἐμοὺςγάμους ἑτοίμους ἐν χεροῖν ἔχειν δοκῶν,σιγητέον μοι· καὶ σὲ προσποιούμεθαεὔνουν κρατεῖν τε στόματος, ἢν δυνώμεθασωθέντες αὐτοὶ καὶ σὲ συνσῶσαί ποτε.χωρεῖτʼ ἐφεξῆς, ὡς ἔταξεν ὁ ξένος,δμῶες, φέροντες ἐνάλια κτερίσματα.Ἑλένη, σὺ δʼ, ἤν σοι μὴ κακῶς δόξω λέγειν,πείθου, μένʼ αὐτοῦ· ταὐτὰ γὰρ παροῦσά τεπράξεις τὸν ἄνδρα τὸν σὸν ἤν τε μὴ παρῇς.δέδοικα γάρ σε μή τις ἐμπεσὼν πόθοςπείσῃ μεθεῖναι σῶμʼ ἐς οἶδμα πόντιοντοῦ πρόσθεν ἀνδρὸς χάρισιν ἐκπεπληγμένην·ἄγαν γὰρ αὐτὸν οὐ παρόνθʼ ὅμως στένεις.ὦ καινὸς ἡμῖν πόσις, ἀναγκαίως ἔχειτὰ πρῶτα λέκτρα νυμφικάς θʼ ὁμιλίαςτιμᾶν· ἐγὼ δὲ διὰ τὸ μὲν στέργειν πόσινκαὶ ξυνθάνοιμʼ ἄν· ἀλλὰ τίς κείνῳ χάριςξὺν κατθανόντι κατθανεῖν; ἔα δέ μεαὐτὴν μολοῦσαν ἐντάφια δοῦναι νεκρῷ.θεοὶ δὲ σοί τε δοῖεν οἷʼ ἐγὼ θέλω,καὶ τῷ ξένῳ τῷδʼ, ὅτι συνεκπονεῖ τάδε.ἕξεις δέ μʼ οἵαν χρή σʼ ἔχειν ἐν δώμασιγυναῖκʼ, ἐπειδὴ Μενέλεων εὐεργετεῖςκἄμʼ· ἔρχεται γὰρ δή τινʼ ἐς τύχην τάδε.ὅστις δὲ δώσει ναῦν ἐν ᾗ τάδʼ ἄξομεν,πρόσταξον, ὡς ἂν τὴν χάριν πλήρη λάβω.χώρει σὺ καὶ ναῦν τοῖσδε πεντηκόντορονΣιδωνίαν δὸς κἀρετμῶν ἐπιστάτας.οὔκουν ὅδʼ ἄρξει ναὸς ὃς κοσμεῖ τάφον;μάλιστʼ· ἀκούειν τοῦδε χρὴ ναύτας ἐμούς.