πένθει παιδὸς ἀλάστωρ.ἐπεὶ δʼ ἔπαυσʼ εἰλαπίναςθεοῖς βροτείῳ τε γένει,Ζεὺς μειλίσσων στυγίουςματρὸς ὀργὰς ἐνέπει·βᾶτε, σεμναὶ Χάριτες,ἴτε, τᾷ περὶ παρθένῳΔηοῖ θυμωσαμένᾳλύπαν ἐξαλλάξατʼ ἀλαλᾷ,Μοῦσαί θʼ ὕμνοισι χορῶν.χαλκοῦ δʼ αὐδὰν χθονίαντύπανά τʼ ἔλαβε βυρσοτενῆκαλλίστα τότε πρῶτα μακά-ρων Κύπρις· γέλασέν τε θεὰδέξατό τʼ ἐς χέραςβαρύβρομον αὐλὸντερφθεῖσʼ ἀλαλαγμῷ.ὧν οὐ θέμις σʼ οὔθʼ ὁσίαʼπʼύρωσας ἐν θεῶν θαλάμοις,μῆνιν δʼ ἔσχες μεγάλαςματρός, ὦ παῖ, θυσίαςοὐ σεβίζουσα θεᾶς.μέγα τοι δύναται νεβρῶνπαμποίκιλοι στολίδεςκισσοῦ τε στεφθεῖσα χλόανάρθηκας εἰς ἱερούς,ῥόμβου θʼ εἱλισσομένακύκλιος ἔνοσις αἰθερία,βακχεύουσά τʼ ἔθειρα Βρομί-ῳ καὶ παννυχίδες θεᾶς.εὖ δέ νιν ἄμασινὑπέρβαλε σελάναμορφᾷ μόνον ηὔχεις.τὰ μὲν κατʼ οἴκους εὐτυχοῦμεν, ὦ φίλαι·ἡ γὰρ συνεκκλέπτουσα Πρωτέως κόρηπόσιν παρόντα τὸν ἐμὸν ἱστορουμένηοὐκ εἶπʼ ἀδελφῷ· κατθανόντα δʼ ἐν χθονὶοὔ φησιν αὐγὰς εἰσορᾶν ἐμὴν χάριν.κάλλιστα δῆτʼ ἀνήρπασʼ ἐν τύχῃ πόσις·ἃ γὰρ καθήσειν ὅπλʼ ἔμελλεν εἰς ἅλα,