ποῦ δὴ τὸ πεμφθὲν ἀντὶ σοῦ Τροίᾳ κακόν;νεφέλης λέγεις ἄγαλμα; ἐς αἰθέρʼ οἴχεται.ὦ Πρίαμε καὶ γῆ Τρῳάς, ὡς ἔρρεις μάτην.κἀγὼ μετέσχον Πριαμίδαις δυσπραξίας.πόσιν δʼ ἄθαπτον ἔλιπεν ἢ κρύπτει χθονί;ἄθαπτον· οἲ ἐγὼ τῶν ἐμῶν τλήμων κακῶν.τῶνδʼ οὕνεκʼ ἔταμες βοστρύχους ξανθῆς κόμης·φίλος γάρ ἐστιν, ὅς ποτʼ ἐστίν, ἐνθάδʼ ὤν.ὀρθῶς μὲν ἥδε συμφορὰ δακρύεται —ἐν εὐμαρεῖ γοῦν σὴν κασιγνήτην λαθεῖν.οὐ δῆτα. πῶς οὖν; τόνδʼ ἔτʼ οἰκήσεις τάφον;τί κερτομεῖς με, τὸν θανόντα δʼ οὐκ ἐᾷς;πιστὴ γὰρ εἶ σὺ σῷ πόσει φεύγουσά με.ἀλλʼ οὐκέτʼ· ἤδη δʼ ἄρχε τῶν ἐμῶν γάμων.χρόνια μὲν ἦλθεν, ἀλλʼ ὅμως αἰνῶ τάδε.οἶσθʼ οὖν ὃ δρᾶσον; τῶν πάρος λαθώμεθα.ἐπὶ τῷ; χάρις γὰρ ἀντὶ χάριτος ἐλθέτω.σπονδὰς τέμωμεν καὶ διαλλάχθητί μοι.μεθίημι νεῖκος τὸ σόν, ἴτω δʼ ὑπόπτερον.πρός νύν σε γονάτων τῶνδʼ, ἐπείπερ εἶ φίλος —τί χρῆμα θηρῶσʼ ἱκέτις ὠρέχθης ἐμοῦ;τὸν κατθανόντα πόσιν ἐμὸν θάψαι θέλω.τί δʼ; ἔστʼ ἀπόντων τύμβος; ἢ θάψεις σκιάν;Ἕλλησίν ἐστι νόμος, ὃς ἂν πόντῳ θάνῃ —τί δρᾶν; σοφοί τοι Πελοπίδαι τὰ τοιάδε.κενοῖσι θάπτειν ἐν πέπλων ὑφάσμασιν.κτέριζʼ· ἀνίστη τύμβον οὗ χρῄζεις χθονός.οὐχ ὧδε ναύτας ὀλομένους τυμβεύομεν.πῶς δαί; λέλειμμαι τῶν ἐν Ἕλλησιν νόμων.ἐς πόντον ὅσα χρὴ νέκυσιν ἐξορμίζομεν.τί σοι παράσχω δῆτα τῷ τεθνηκότι;ὅδʼ οἶδʼ, ἐγὼ δʼ ἄπειρος, εὐτυχοῦσα πρίν.ὦ ξένε, λόγων μὲν κληδόνʼ ἤνεγκας φίλην.οὔκουν ἐμαυτῷ γʼ οὐδὲ τῷ τεθνηκότι.πῶς τοὺς θανόντας θάπτετʼ ἐν πόντῳ νεκρούς;ὡς ἂν παρούσης οὐσίας ἕκαστος ᾖ.πλούτου λέγʼ οὕνεχʼ ὅ τι θέλεις ταύτης χάριν.προσφάζεται μὲν αἷμα πρῶτα νερτέροις.τίνος; σύ μοι σήμαινε, πείσομαι δʼ ἐγώ.αὐτὸς σὺ γίγνωσκʼ· ἀρκέσει γὰρ ἃν διδῷς.