ηὕρηκα· τύμβου γὰρ κενὰς λιποῦσʼ ἕδραςἡ Τυνδαρὶς παῖς ἐκπεπόρθμευται χθονός.ὠή, χαλᾶτε κλῇθρα· λύεθʼ ἱππικὰφάτνης, ὀπαδοί, κἀκκομίζεθʼ ἅρματα,ὡς ἂν πόνου γʼ ἕκατι μὴ λάθῃ με γῆςτῆσδʼ ἐκκομισθεῖσʼ ἄλοχος, ἧς ἐφίεμαι. —ἐπίσχετʼ· εἰσορῶ γὰρ οὓς διώκομενπαρόντας ἐν δόμοισι κοὐ πεφευγότας.αὕτη, τί πέπλους μέλανας ἐξήψω χροὸςλευκῶν ἀμείψασʼ ἔκ τε κρατὸς εὐγενοῦςκόμας σίδηρον ἐμβαλοῦσʼ ἀπέθρισαςχλωροῖς τε τέγγεις δάκρυσι σὴν παρηίδακλαίουσα; πότερον ἐννύχοις πεπεισμένηστένεις ὀνείροις, ἢ φάτιν τινʼ οἴκοθενκλύουσα λύπῃ σὰς διέφθαρσαι φρένας;ὦ δέσποτʼ — ἤδη γὰρ τόδʼ ὀνομάζω σʼ ἔπος —ὄλωλα· φροῦδα τἀμὰ κοὐδέν εἰμʼ ἔτι.ἐν τῷ δὲ κεῖσαι συμφορᾶς; τίς ἡ τύχη;Μενέλαος — οἴμοι, πῶς φράσω; — τέθνηκέ μοι.οὐδέν τι χαίρω σοῖς λόγοις, τὰ δʼ εὐτυχῶ.πῶς δʼ οἶσθα; μῶν σοι Θεονόη λέγει τάδε;κείνη τε φησὶν ὅ τε παρὼν ὅτʼ ὤλλυτο.ἥκει γὰρ ὅστις καὶ τάδʼ ἀγγέλλει σαφῆ;ἥκει· μόλοι γὰρ οἷ σφʼ ἐγὼ χρῄζω μολεῖν.τίς ἐστι; ποῦ ʼστιν; ἵνα σαφέστερον μάθω.ὅδʼ ὃς κάθηται τῷδʼ ὑποπτήξας τάφῳ.Ἄπολλον, ὡς ἐσθῆτι δυσμόρφῳ πρέπει.οἴμοι, δοκῶ μὲν κἀμὸν ὧδʼ ἔχειν πόσιν.ποδαπὸς δʼ ὅδʼ ἁνὴρ καὶ πόθεν κατέσχε γῆν;Ἕλλην, Ἀχαιῶν εἷς ἐμῷ σύμπλους πόσει.θανάτῳ δὲ ποίῳ φησὶ Μενέλεων θανεῖν;οἰκτρόταθʼ, ὑγροῖσιν ἐν κλυδωνίοις ἁλός.ποῦ βαρβάροισι πελάγεσιν ναυσθλούμενον;Λιβύης ἀλιμένοις ἐκπεσόντα πρὸς πέτραις.καὶ πῶς ὅδʼ οὐκ ὄλωλε κοινωνῶν πλάτης;ἐσθλῶν κακίους ἐνίοτʼ εὐτυχέστεροι.λιπὼν δὲ ναὸς ποῦ πάρεστιν ἔκβολα;ὅπου κακῶς ὄλοιτο, Μενέλεως δὲ μή.ὄλωλʼ ἐκεῖνος. ἦλθε δʼ ἐν ποίῳ σκάφει;ναῦταί σφʼ ἀνείλοντʼ ἐντυχόντες, ὡς λέγει.