μακρότατον πέρας εὑρεῖνὃς τὰ θεῶν ἐσορᾷδεῦρο καὶ αὖθις ἐκεῖσεκαὶ πάλιν ἀντιλόγοιςπηδῶντʼ ἀνελπίστοις τύχαις;σὺ Διὸς ἔφυς, ὦ Ἑλένα, θυγάτηρ·πτανὸς γὰρ ἐν κόλποις σε Λή-δας ἐτέκνωσε πατήρ.κᾆτʼ ἰαχήθης καθʼ Ἑλλανίανπροδότις ἄπιστος ἄδικος ἄθεος· οὐδʼ ἔχωτί τὸ σαφὲς ἔτι ποτʼ ἐν βροτοῖς·τὸ τῶν θεῶν δʼ ἔπος ἀλαθὲς ηὗρον.ἄφρονες ὅσοι τὰς ἀρετὰς πολέμῳλόγχαισί τʼ ἀλκαίου δορὸςκτᾶσθε, πόνους ἀμαθῶς θνα-τῶν καταπαυόμενοι·εἰ γὰρ ἅμιλλα κρινεῖ νιναἵματος, οὔποτʼ ἔριςλείψει κατʼ ἀνθρώπων πόλεις·ᾇ Πριαμίδος γᾶς ἔλαχον θαλάμους,ἐξὸν διορθῶσαι λόγοιςσὰν ἔριν, ὦ Ἑλένα.νῦν δʼ οἳ μὲν Ἅιδᾳ μέλονται κάτω,τείχεα δὲ φλογμὸς ὥστε Διός ἐπέσυτο φλόξ,ἐπὶ δὲ πάθεα πάθεσι φέρειςἀθλίοις συμφοραῖς αἰλίνοις.ὦ χαῖρε, πατρὸς μνῆμʼ· ἐπʼ ἐξόδοισι γὰρἔθαψα, Πρωτεῦ, σʼ ἕνεκʼ ἐμῆς προσρήσεως·ἀεὶ δέ σʼ ἐξιών τε κἀσιὼν δόμουςΘεοκλύμενος παῖς ὅδε προσεννέπει, πάτερ.ὑμεῖς μὲν οὖν κύνας τε καὶ θηρῶν βρόχους,δμῶες, κομίζετʼ ἐς δόμους τυραννικούς·ἐγὼ δʼ ἐμαυτὸν πόλλʼ ἐλοιδόρησα δή·οὐ γάρ τι θανάτῳ τοὺς κακοὺς κολάζομεν;καὶ νῦν πέπυσμαι φανερὸν Ἑλλήνων τινὰἐς γῆν ἀφῖχθαι καὶ λεληθέναι σκοπούς,ἤτοι κατόπτην ἢ κλοπαῖς θηρώμενονἙλένην· θανεῖται δʼ, ἤν γε δὴ ληφθῇ μόνον.ἔα·ἀλλʼ, ὡς ἔοικε, πάντα διαπεπραγμένα