ἔρωτας ἀπάτας δόλιά τʼ ἐξευρήματαἀσκοῦσα φίλτρα θʼ αἱματηρὰ δωμάτων;εἰ δʼ ἦσθα μετρία, τἄλλα γʼ ἡδίστη θεῶνπέφυκας ἀνθρώποισιν· οὐκ ἄλλως λέγω.σὲ τὰν ἐναύλοις ὑπὸ δενδροκόμοιςμουσεῖα καὶ θάκους ἐνί-ζουσαν ἀναβοάσω,σὲ τὰν ἀοιδοτάταν ὄρνιθα μελῳδὸνἀηδόνα δακρυόεσσαν,ἔλθʼ ὦ διὰ ξουθᾶνγενύων ἐλελιζομέναθρήνων ἐμοὶ ξυνεργός,Ἑλένας μελέας πόνουςτὸν Ἰλιάδων τʼ ἀει-δούσᾳ δακρυόεντα πότμονἈχαιῶν ὑπὸ λόγχαις·ὅτʼ ἔδραμε ῥόθια πεδία βαρβάρῳ πλάτᾳὅτʼ ἔμολεν ἔμολε, μέλεα Πριαμίδαις ἄγωνΛακεδαίμονος ἄπο λέχεασέθεν, ὦ Ἑλένα, Πάρις αἰνόγαμοςπομπαῖσιν Ἀφροδίτας.πολλοὶ δʼ Ἀχαιῶν δορὶ καὶ πετρίναιςῥιπαῖσιν ἐκπνεύσαντες Ἅι-δαν μέλεον ἔχουσιν,ταλαινᾶν ἀλόχων κείραντες ἔθειραν·ἄνυμφα δὲ μέλαθρα κεῖται·πολλοὺς δὲ πυρσεύσαςφλογερὸν σέλας ἀμφιρύτανΕὔβοιαν εἷλʼ Ἀχαιῶνμονόκωπος ἀνήρ, πέτραιςΚαφηρίσιν ἐμβαλὼνΑἰγαίαις τʼ ἐνάλοις δόλιονἀκταῖς ἀστέρα λάμψας.ἀλίμενα δʼ ὄρεα Μάλεα χειμάτων πνοᾷ,ὅτʼ ἔσυτο πατρίδος ἀποπρό, βαρβάρου στολᾶςγέρας, οὐ γέρας ἀλλʼ ἔριν,Δαναῶν Μενέλας ἐπὶ ναυσὶν ἄγων,εἴδωλον ἱερὸν Ἥρας.ὅ τι θεὸς ἢ μὴ θεὸς ἢ τὸ μέσον,τίς φησʼ ἐρευνήσας βροτῶν