ὡς εὖ τόδʼ εἶπας πλὴν ἕν· εἰ χέρσῳ ταφὰςθεῖναι κελεύσει σʼ, οὐδὲν ἡ σκῆψις φέρει.ἀλλʼ οὐ νομίζειν φήσομεν καθʼ Ἑλλάδαχέρσῳ καλύπτειν τοὺς θανόντας ἐναλίους.τοῦτʼ αὖ κατορθοῖς· εἶτʼ ἐγὼ συμπλεύσομαικαὶ συγκαθήσω κόσμον ἐν ταὐτῷ σκάφει.σὲ καὶ παρεῖναι δεῖ μάλιστα τούς τε σοὺςπλωτῆρας οἵπερ ἔφυγον ἐκ ναυαγίας.καὶ μὴν ἐάνπερ ναῦν ἐπʼ ἀγκύρας λάβω,ἀνὴρ παρʼ ἄνδρα στήσεται ξιφηφόρος.σὲ χρὴ βραβεύειν πάντα· πόμπιμοι μόνονλαίφει πνοαὶ γένοιντο καὶ νεὼς δρόμος.ἔσται· πόνους γὰρ δαίμονες παύσουσί μου.ἀτὰρ θανόντα τοῦ μʼ ἐρεῖς πεπυσμένη;σοῦ· καὶ μόνος γε φάσκε διαφυγεῖν μόρονἈτρέως πλέων σὺν παιδὶ καὶ θανόνθʼ ὁρᾶν.καὶ μὴν τάδʼ ἀμφίβληστρα σώματος ῥάκηξυμμαρτυρήσει ναυτικῶν ἐρειπίων.ἐς καιρὸν ἦλθε, τότε δʼ ἄκαιρʼ ἀπώλλυτο·τὸ δʼ ἄθλιον κεῖνʼ εὐτυχὲς τάχʼ ἂν πέσοι.πότερα δʼ ἐς οἴκους σοὶ συνεισελθεῖν με χρὴἢ πρὸς τάφῳ τῷδʼ ἥσυχοι καθώμεθα;αὐτοῦ μένʼ· ἢν γὰρ καί τι πλημμελές σε δρᾷ,τάφος σʼ ὅδʼ ἂν ῥύσαιτο φάσγανόν τε σόν.ἐγὼ δʼ ἐς οἴκους βᾶσα βοστρύχους τεμῶπέπλων τε λευκῶν μέλανας ἀνταλλάξομαιπαρῇδί τʼ ὄνυχα φόνιον ἐμβαλῶ χροός.μέγας γὰρ ἁγών, καὶ βλέπω δύο ῥοπάς·ἢ γὰρ θανεῖν δεῖ μʼ, ἢν ἁλῶ τεχνωμένη,ἢ πατρίδα τʼ ἐλθεῖν καὶ σὸν ἐκσῷσαι δέμας.ὦ πότνιʼ ἣ Δίοισιν ἐν λέκτροις πίτνειςἭρα, δύʼ οἰκτρὼ φῶτʼ ἀνάψυξον πόνων,αἰτούμεθʼ ὀρθὰς ὠλένας πρὸς οὐρανὸνῥίπτονθʼ, ἵνʼ οἰκεῖς ἀστέρων ποικίλματα.σύ θʼ, ἣ ʼπὶ τὠμῷ κάλλος ἐκτήσω γάμῳ,κόρη Διώνης Κύπρι, μή μʼ ἐξεργάσῃ.ἅλις δὲ λύμης ἥν μʼ ἐλυμήνω πάροςτοὔνομα παρασχοῦσʼ, οὐ τὸ σῶμʼ, ἐν βαρβάροις.θανεῖν δʼ ἔασόν μʼ, εἰ κατακτεῖναι θέλεις,ἐν γῇ πατρῴᾳ. τί ποτʼ ἄπληστος εἶ κακῶν,