ἀλλʼ ἥνπερ ἡμῖν ὥρισεν σωτηρίαν,σύμπραξον· ἢν γὰρ θεᾶς κατάσχωμεν βρέτας,μανιῶν τε λήξω καὶ σὲ πολυκώπῳ σκάφειστείλας Μυκήναις ἐγκαταστήσω πάλιν.ἀλλʼ, ὦ φιληθεῖσʼ, ὦ κασίγνητον κάρα,σῷσον πατρῷον οἶκον, ἔκσῳσον δʼ ἐμέ·ὡς τἄμʼ ὄλωλε πάντα καὶ τὰ Πελοπιδῶν,οὐράνιον εἰ μὴ ληψόμεσθα θεᾶς βρέτας.δεινή τις ὀργὴ δαιμόνων ἐπέζεσετὸ Ταντάλειον σπέρμα διὰ πόνων τʼ ἄγει.τὸ μὲν πρόθυμον, πρίν σε δεῦρʼ ἐλθεῖν, ἔχωἌργει γενέσθαι καὶ σέ, σύγγονʼ, εἰσιδεῖν.θέλω δʼ ἅπερ σύ, σέ τε μεταστῆσαι πόνωννοσοῦντά τʼ οἶκον, οὐχὶ τῷ κτανόντι μεθυμουμένη, πατρῷον ὀρθῶσαι· θέλω·σφαγῆς τε γὰρ σῆς χεῖρʼ ἀπαλλάξαιμεν ἂνσῴσαιμί τʼ οἴκους. τὴν θεὸν δʼ ὅπως λάθωδέδοικα καὶ τύραννον, ἡνίκʼ ἂν κενὰςκρηπῖδας εὕρῃ λαΐνας ἀγάλματος.πῶς δʼ οὐ θανοῦμαι; τίς δʼ ἔνεστί μοι λόγος;ἀλλʼ, εἰ μὲν — ἕν τι — τοῦθʼ ὁμοῦ γενήσεται,ἄγαλμά τʼ οἴσεις κἄμʼ ἐπʼ εὐπρύμνου νεὼςἄξεις, τὸ κινδύνευμα γίγνεται καλόν·τούτου δὲ χωρισθεῖσʼ — ἐγὼ μὲν ὄλλυμαι,σὺ δʼ ἂν τὸ σαυτοῦ θέμενος εὖ νόστου τύχοις.οὐ μήν τι φεύγω γʼ, οὐδέ σʼ εἰ θανεῖν χρεὼνσῴσασαν· οὐ γὰρ ἀλλʼ ἀνὴρ μὲν ἐκ δόμωνθανὼν ποθεινός, τὰ δὲ γυναικὸς ἀσθενῆ.οὐκ ἂν γενοίμην σοῦ τε καὶ μητρὸς φονεύς·ἅλις τὸ κείνης αἷμα· κοινόφρων δὲ σοὶκαὶ ζῆν θέλοιμʼ ἂν καὶ θανὼν λαχεῖν ἴσον.ἄξω δέ γʼ, ἤνπερ καὐτὸς ἐνταυθοῖ περῶ,πρὸς οἶκον, ἢ σοῦ κατθανὼν μενῶ μέτα.γνώμης δʼ ἄκουσον· εἰ πρόσαντες ἦν τόδεἈρτέμιδι, πῶς ἂν Λοξίας ἐθέσπισεκομίσαι μʼ ἄγαλμα θεᾶς πόλισμʼ ἐς Παλλάδοςκαὶ σὸν πρόσωπον εἰσιδεῖν; ἅπαντα γὰρσυνθεὶς τάδʼ εἰς ἓν νόστον ἐλπίζω λαβεῖν.πῶς οὖν γένοιτʼ ἂν ὥστε μήθʼ ἡμᾶς θανεῖν,λαβεῖν θʼ ἃ βουλόμεσθα; τῇδε γὰρ νοσεῖ