λέγοιμʼ ἄν· ἀρχαὶ δʼ αἵδε μοι πολλῶν πόνων.ἐπεὶ τὰ μητρὸς ταῦθʼ ἃ σιγῶμεν κακὰἐς χεῖρας ἦλθε, μεταδρομαῖς Ἐρινύωνἠλαυνόμεσθα φυγάδες, ἔνθεν μοι πόδαἐς τὰς Ἀθήνας δῆτʼ ἔπεμψε Λοξίας,δίκην παρασχεῖν ταῖς ἀνωνύμοις θεαῖς.ἔστιν γὰρ ὁσία ψῆφος, ἣν Ἄρει ποτὲΖεὺς εἵσατʼ ἔκ του δὴ χερῶν μιάσματος.ἐλθὼν δʼ ἐκεῖσε — πρῶτα μέν μʼ οὐδεὶς ξένωνἑκὼν ἐδέξαθʼ, ὡς θεοῖς στυγούμενον·οἳ δʼ ἔσχον αἰδῶ, ξένια μονοτράπεζά μοιπαρέσχον, οἴκων ὄντες ἐν ταὐτῷ στέγει,σιγῇ δʼ ἐτεκτήναντʼ ἀπόφθεγκτόν μʼ, ὅπωςδαιτὸς γενοίμην πώματός τʼ αὐτοῖς δίχα,ἐς δʼ ἄγγος ἴδιον ἴσον ἅπασι βακχίουμέτρημα πληρώσαντες εἶχον ἡδονήν.κἀγὼ ʼξελέγξαι μὲν ξένους οὐκ ἠξίουν,ἤλγουν δὲ σιγῇ κἀδόκουν οὐκ εἰδέναι,μέγα στενάζων οὕνεκʼ ἦ μητρὸς φονεύς.κλύω δʼ Ἀθηναίοισι τἀμὰ δυστυχῆτελετὴν γενέσθαι, κἄτι τὸν νόμον μένειν,χοῆρες ἄγγος Παλλάδος τιμᾶν λεών.ὡς δʼ εἰς Ἄρειον ὄχθον ἧκον, ἐς δίκηνἔστην, ἐγὼ μὲν θάτερον λαβὼν βάθρον,τὸ δʼ ἄλλο πρέσβειρʼ ἥπερ ἦν Ἐρινύων.εἰπὼν δʼ ἀκούσας θʼ αἵματος μητρὸς πέρι,Φοῖβός μʼ ἔσῳσε μαρτυρῶν, ἴσας δέ μοιψήφους διηρίθμησε Παλλὰς ὠλένῃ·νικῶν δʼ ἀπῆρα φόνια πειρατήρια.ὅσαι μὲν οὖν ἕζοντο πεισθεῖσαι δίκῃ,ψῆφον παρʼ αὐτὴν ἱερὸν ὡρίσαντʼ ἔχειν·ὅσαι δʼ Ἐρινύων οὐκ ἐπείσθησαν νόμῳ,δρόμοις ἀνιδρύτοισιν ἠλάστρουν μʼ ἀεί,ἕως ἐς ἁγνὸν ἦλθον αὖ Φοίβου πέδον,καὶ πρόσθεν ἀδύτων ἐκταθείς, νῆστις βορᾶς,ἐπώμοσʼ αὐτοῦ βίον ἀπορρήξειν θανών,εἰ μή με σώσει Φοῖβος, ὅς μʼ ἀπώλεσεν.ἐντεῦθεν αὐδὴν τρίποδος ἐκ χρυσοῦ λακὼνΦοῖβός μʼ ἔπεμψε δεῦρο, διοπετὲς λαβεῖνἄγαλμʼ Ἀθηνῶν τʼ ἐγκαθιδρῦσαι χθονί.