νόστος πρὸς οἴκους· ἡ δὲ βούλησις πάρα.ἆρʼ ἂν τύραννον διολέσαι δυναίμεθʼ ἄν;δεινὸν τόδʼ εἶπας, ξενοφονεῖν ἐπήλυδας.ἀλλʼ, εἰ σὲ σώσει κἀμέ, κινδυνευτέον.οὐκ ἂν δυναίμην· τὸ δὲ πρόθυμον ᾔνεσα.τί δʼ, εἴ με ναῷ τῷδε κρύψειας λάθρα;ὡς δὴ σκότον λαβόντες ἐκσωθεῖμεν ἄν;κλεπτῶν γὰρ ἡ νύξ, τῆς δʼ ἀληθείας τὸ φῶς.εἴσʼ ἔνδον ἱεροὶ φύλακες, οὓς οὐ λήσομεν.οἴμοι, διεφθάρμεσθα· πῶς σωθεῖμεν ἄν;ἔχειν δοκῶ μοι καινὸν ἐξεύρημά τι.ποῖόν τι; δόξης μετάδος, ὡς κἀγὼ μάθω.ταῖς σαῖς ἀνίαις χρήσομαι σοφίσμασι.δειναὶ γὰρ αἱ γυναῖκες εὑρίσκειν τέχνας.φονέα σε φήσω μητρὸς ἐξ Ἄργους μολεῖν.χρῆσαι κακοῖσι τοῖς ἐμοῖς, εἰ κερδανεῖς.ὡς οὐ θέμις γε λέξομεν θύειν θεᾷ,τίνʼ αἰτίαν ἔχουσʼ; ὑποπτεύω τι γάρ.οὐ καθαρὸν ὄντα· τὸ δʼ ὅσιον δώσω φόβῳ.τί δῆτα μᾶλλον θεᾶς ἄγαλμʼ ἁλίσκεται;πόντου σε πηγαῖς ἁγνίσαι βουλήσομαι,ἔτʼ ἐν δόμοισι βρέτας, ἐφʼ ᾧ πεπλεύκαμεν.κἀκεῖνο νίψαι, σοῦ θιγόντος ὥς, ἐρῶ.ποῖ δῆτα; πόντου νοτερὸν εἶπας ἔκβολον;οὗ ναῦς χαλινοῖς λινοδέτοις ὁρμεῖ σέθεν.σὺ δʼ ἤ τις ἄλλος ἐν χεροῖν οἴσει βρέτας;ἐγώ· θιγεῖν γὰρ ὅσιόν ἐστʼ ἐμοὶ μόνῃ.Πυλάδης δʼ ὅδʼ ἡμῖν ποῦ τετάξεται πόνου;ταὐτὸν χεροῖν σοὶ λέξεται μίασμʼ ἔχων.λάθρα δʼ ἄνακτος ἢ εἰδότος δράσεις τάδε;πείσασα μύθοις· οὐ γὰρ ἂν λάθοιμί γε.καὶ μὴν νεώς γε πίτυλος εὐήρης πάρα.σοὶ δὴ μέλειν χρὴ τἄλλʼ ὅπως ἕξει καλῶς.ἑνὸς μόνου δεῖ, τάσδε συγκρύψαι τάδε.ἀλλʼ ἀντίαζε καὶ λόγους πειστηρίουςεὕρισκʼ· ἔχει τοι δύναμιν εἰς οἶκτον γυνή.τὰ δʼ ἄλλʼ ἴσως — . ἅπαντα συμβαίη καλῶς.ὦ φίλταται γυναῖκες, εἰς ὑμᾶς βλέπω,καὶ τἄμʼ ἐν ὑμῖν ἐστιν ἢ καλῶς ἔχεινἢ μηδὲν εἶναι καὶ στερηθῆναι πάτρας