Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼνθοαῖσιν ἵπποις Οἰνομάου γαμεῖ κόρην,ἐξ ἧς Ἀτρεὺς ἔβλαστεν· Ἀτρέως δὲ παῖςΜενέλαος Ἀγαμέμνων τε· τοῦ δʼ ἔφυν ἐγώτῆς Τυνδαρείας θυγατρὸς Ἰφιγένεια παῖς,ἣν ἀμφὶ δίναις ἃς θάμʼ Εὔριπος πυκναῖςαὔραις ἑλίσσων κυανέαν ἅλα στρέφει,ἔσφαξεν Ἑλένης οὕνεχʼ, ὡς δοκεῖ, πατὴρἈρτέμιδι κλειναῖς ἐν πτυχαῖσιν Αὐλίδος.ἐνταῦθα γὰρ δὴ χιλίων ναῶν στόλονἙλληνικὸν συνήγαγʼ Ἀγαμέμνων ἄναξ,τὸν καλλίνικον στέφανον Ἰλίου θέλωνλαβεῖν Ἀχαιοῖς τούς θʼ ὑβρισθέντας γάμουςἙλένης μετελθεῖν, Μενέλεῳ χάριν φέρων.δεινῆς δʼ ἀπλοίας πνευμάτων τε τυγχάνων,ἐς ἔμπυρʼ ἦλθε, καὶ λέγει Κάλχας τάδε·ὦ τῆσδʼ ἀνάσσων Ἑλλάδος στρατηγίας,Ἀγάμεμνον, οὐ μὴ ναῦς ἀφορμίσῃ χθονός,πρὶν ἂν κόρην σὴν Ἰφιγένειαν Ἄρτεμιςλάβῃ σφαγεῖσαν· ὅ τι γὰρ ἐνιαυτὸς τέκοικάλλιστον, ηὔξω φωσφόρῳ θύσειν θεᾷ.παῖδʼ οὖν ἐν οἴκοις σὴ Κλυταιμήστρα δάμαρτίκτει — τὸ καλλιστεῖον εἰς ἔμʼ ἀναφέρων —ἣν χρή σε θῦσαι. καί μʼ Ὀδυσσέως τέχναιςμητρὸς παρείλοντʼ ἐπὶ γάμοις Ἀχιλλέως.ἐλθοῦσα δʼ Αὐλίδʼ ἡ τάλαινʼ ὑπὲρ πυρᾶςμεταρσία ληφθεῖσʼ ἐκαινόμην ξίφει·ἀλλʼ ἐξέκλεψεν ἔλαφον ἀντιδοῦσά μουἌρτεμις Ἀχαιοῖς, διὰ δὲ λαμπρὸν αἰθέραπέμψασά μʼ ἐς τήνδʼ ᾤκισεν Ταύρων χθόνα,οὗ γῆς ἀνάσσει βαρβάροισι βάρβαροςΘόας, ὃς ὠκὺν πόδα τιθεὶς ἴσον πτεροῖςἐς τοὔνομʼ ἦλθε τόδε ποδωκείας χάριν.ναοῖσι δʼ ἐν τοῖσδʼ ἱερέαν τίθησί με·ὅθεν νόμοισι τοῖσιν ἥδεται θεὰἌρτεμις, ἑορτῆς, τοὔνομʼ ἧς καλὸν μόνον —τὰ δʼ ἄλλα σιγῶ, τὴν θεὸν φοβουμένη —θύω γὰρ ὄντος τοῦ νόμου καὶ πρὶν πόλει,ὃς ἂν κατέλθῃ τήνδε γῆν Ἕλλην ἀνήρ.κατάρχομαι μέν, σφάγια δʼ ἄλλοισιν μέλει