κακῶν ἔκλυσιν;ἐν τοῖσι θαυμαστοῖσι καὶ μύθων πέρατάδʼ εἶδον αὐτὴ κοὐ κλύουσʼ ἀπαγγελῶ.τὸ μὲν φίλους ἐλθόντας εἰς ὄψιν φίλων,Ὀρέστα, χειρῶν περιβολὰς εἰκὸς λαβεῖν·λήξαντα δʼ οἴκτων κἀπʼ ἐκεῖνʼ ἐλθεῖν χρεών,ὅπως τὸ κλεινὸν ὄνομα τῆς σωτηρίαςλαβόντες ἐκ γῆς βησόμεσθα βαρβάρου.σοφῶν γὰρ ἀνδρῶν ταῦτα, μὴ ʼκβάντας τύχης,καιρὸν λαβόντας, ἡδονὰς ἄλλας λαβεῖν.καλῶς ἔλεξας· τῇ τύχῃ δʼ οἶμαι μέλειντοῦδε ξὺν ἡμῖν· ἢν δέ τις πρόθυμος ᾖ,σθένειν τὸ θεῖον μᾶλλον εἰκότως ἔχει.μηδέν μʼ ἐπίσχῃ γʼ· οὐδʼ ἀποστήσει λόγου,πρῶτον πυθέσθαι τίνα ποτʼ Ἠλέκτρα πότμονεἴληχε βιότου· φίλα γὰρ ἔστε πάντʼ ἐμοί.τῷδε ξυνοικεῖ βίον ἔχουσʼ εὐδαίμονα.οὗτος δὲ ποδαπὸς καὶ τίνος πέφυκε παῖς;Στρόφιος ὁ Φωκεὺς τοῦδε κλῄζεται πατήρ.ὁ δʼ ἐστί γʼ Ἀτρέως θυγατρός, ὁμογενὴς ἐμός;ἀνεψιός γε, μόνος ἐμοὶ σαφὴς φίλος.οὐκ ἦν τόθʼ οὗτος ὅτε πατὴρ ἔκτεινέ με.οὐκ ἦν· χρόνον γὰρ Στρόφιος ἦν ἄπαις τινά.χαῖρʼ ὦ πόσις μοι τῆς ἐμῆς ὁμοσπόρου.κἀμός γε σωτήρ, οὐχὶ συγγενὴς μόνον.τὰ δεινὰ δʼ ἔργα πῶς ἔτλης μητρὸς πέρι;σιγῶμεν αὐτά· πατρὶ τιμωρῶν ἐμῷ.ἡ δʼ αἰτία τίς ἀνθʼ ὅτου κτείνει πόσιν;ἔα τὰ μητρός· οὐδὲ σοὶ κλύειν καλόν.σιγῶ· τὸ δʼ Ἄργος πρὸς σὲ νῦν ἀποβλέπει;Μενέλαος ἄρχει· φυγάδες ἐσμὲν ἐκ πάτρας.οὔ που νοσοῦντας θεῖος ὕβρισεν δόμους;οὔκ, ἀλλʼ Ἐρινύων δεῖμά μʼ ἐκβάλλει χθονός.ταῦτʼ ἆρʼ ἐπʼ ἀκταῖς κἀνθάδʼ ἠγγέλης μανείς;ὤφθημεν οὐ νῦν πρῶτον ὄντες ἄθλιοι.ἔγνωκα· μητρός σʼ οὕνεκʼ ἠλάστρουν θεαί.ὥσθʼ αἱματηρὰ στόμιʼ ἐπεμβαλεῖν ἐμοί.τί γάρ ποτʼ ἐς γῆν τήνδʼ ἐπόρθμευσας πόδα;Φοίβου κελευσθεὶς θεσφάτοις ἀφικόμην.τί χρῆμα δράσειν; ῥητὸν ἢ σιγώμενον;