ὅτι μοι συνομαίμονα τόνδε δόμοιςἐξεθρέψω φάος.γένει μὲν εὐτυχοῦμεν, ἐς δὲ συμφοράς,ὦ σύγγονʼ, ἡμῶν δυστυχὴς ἔφυ βίος.ἐγᾦδʼ ἁ μέλεος, οἶδʼ, ὅτε φάσγανονδέρᾳ θῆκέ μοι μελεόφρων πατήρ.οἴμοι. δοκῶ γὰρ οὐ παρών σʼ ὁρᾶν ἐκεῖ.ἀνυμέναιος, ὦ σύγγονʼ, Ἀχιλλέωςἐς κλισίαν λέκτρωνδολίαν ὅτʼ ἀγόμαν·παρὰ δὲ βωμὸν ἦν δάκρυα καὶ γόοι.φεῦ φεῦ χερνίβων τῶν ἐκεῖ.ᾤμωξα κἀγὼ τόλμαν ἣν ἔτλη πατήρ.ἀπάτορʼ ἀπάτορα πότμον ἔλαχον.ἄλλα δʼ ἐξ ἄλλων κυρεῖδαίμονος τύχᾳ τινός.εἰ σόν γʼ ἀδελφόν, ὦ τάλαινʼ, ἀπώλεσας.ὦ μελέα δεινᾶς τόλμας. δείνʼ ἔτλανδείνʼ ἔτλαν, ὤμοι σύγγονε. παρὰ δʼ ὀλίγονἀπέφυγες ὄλεθρον ἀνόσιον ἐξ ἐμᾶνδαϊχθεὶς χερῶν.ἁ δʼ ἐπʼ αὐτοῖσι τίς τελευτά;τίς τύχα μοι συγχωρήσει;τίνα σοι πόρον εὑρομένα —πάλιν ἀπὸ πόλεως, ἀπὸ φόνου πέμψωπατρίδʼ ἐς Ἀργείαν,πρὶν ἐπὶ ξίφος αἵματι σῷ πελάσαι;τόδε τόδε σόν, ὦ μελέα ψυχά,χρέος ἀνευρίσκειν.πότερον κατὰ χέρσον, οὐχὶ ναΐ — ;ἀλλὰ ποδῶν ῥιπᾷθανάτῳ πελάσεις ἄρα βάρβαρα φῦλακαὶ διʼ ὁδοὺς ἀνόδους στείχων· διὰ κυανέας μὴνστενοπόρου πέτρας μακρὰ κέλευθα να-ΐοισιν δρασμοῖς.τάλαινα, τάλαινα.τίς ἂν οὖν τάδʼ ἂν ἢ θεὸς ἢ βροτὸς ἢτί τῶν ἀδοκήτων,πόρον ἄπορον ἐξανύσας, δυοῖντοῖν μόνοιν Ἀτρείδαιν φαίνοι