δρόμους τε πολλοὺς ἐξέπλησα καμπίμους,ἐλθὼν δέ σʼ ἠρώτησα πῶς τροχηλάτουμανίας ἂν ἔλθοιμʼ ἐς τέλος πόνων τʼ ἐμῶν,οὓς ἐξεμόχθουν περιπολῶν καθʼ Ἑλλάδα —σὺ δʼ εἶπας ἐλθεῖν Ταυρικῆς μʼ ὅρους χθονός,ἔνθʼ Ἄρτεμίς σοι σύγγονος βωμοὺς ἔχοι,λαβεῖν τʼ ἄγαλμα θεᾶς, ὅ φασιν ἐνθάδεἐς τούσδε ναοὺς οὐρανοῦ πεσεῖν ἄπο·λαβόντα δʼ ἢ τέχναισιν ἢ τύχῃ τινί,κίνδυνον ἐκπλήσαντʼ, Ἀθηναίων χθονὶδοῦναι — τὸ δʼ ἐνθένδʼ οὐδὲν ἐρρήθη πέρα —καὶ ταῦτα δράσαντʼ ἀμπνοὰς ἕξειν πόνων.ἥκω δὲ πεισθεὶς σοῖς λόγοισιν ἐνθάδεἄγνωστον ἐς γῆν, ἄξενον. σὲ δʼ ἱστορῶ,Πυλάδη — σὺ γάρ μοι τοῦδε συλλήπτωρ πόνου —τί δρῶμεν; ἀμφίβληστρα γὰρ τοίχων ὁρᾷςὑψηλά· πότερα δωμάτων προσαμβάσειςἐκβησόμεσθα; πῶς ἂν οὖν λάθοιμεν ἄν;ἢ χαλκότευκτα κλῇθρα λύσαντες μοχλοῖς —ὧν οὐδὲν ἴσμεν; ἢν δʼ ἀνοίγοντες πύλαςληφθῶμεν ἐσβάσεις τε μηχανώμενοι,θανούμεθʼ. ἀλλὰ πρὶν θανεῖν, νεὼς ἔπιφεύγωμεν, ᾗπερ δεῦρʼ ἐναυστολήσαμεν.φεύγειν μὲν οὐκ ἀνεκτὸν οὐδʼ εἰώθαμεν,τὸν τοῦ θεοῦ δὲ χρησμὸν οὐ κακιστέον·ναοῦ δʼ ἀπαλλαχθέντε κρύψωμεν δέμαςκατʼ ἄντρʼ ἃ πόντος νοτίδι διακλύζει μέλας —νεὼς ἄπωθεν, μή τις εἰσιδὼν σκάφοςβασιλεῦσιν εἴπῃ κᾆτα ληφθῶμεν βίᾳ.ὅταν δὲ νυκτὸς ὄμμα λυγαίας μόλῃ,τολμητέον τοι ξεστὸν ἐκ ναοῦ λαβεῖνἄγαλμα πάσας προσφέροντε μηχανάς.ὅρα δέ γʼ εἴσω τριγλύφων ὅποι κενὸνδέμας καθεῖναι· τοὺς πόνους γὰρ ἁγαθοὶτολμῶσι, δειλοὶ δʼ εἰσὶν οὐδὲν οὐδαμοῦ.οὔ τοι μακρὸν μὲν ἤλθομεν κώπῃ πόρον,ἐκ τερμάτων δὲ νόστον ἀροῦμεν πάλιν.ἀλλʼ εὖ γὰρ εἶπας, πειστέον· χωρεῖν χρεὼνὅποι χθονὸς κρύψαντε λήσομεν δέμας.οὐ γὰρ τὸ τοῦ θεοῦ γʼ αἴτιον γενήσεται