ἄρρητʼ ἔσωθεν τῶνδʼ ἀνακτόρων θεᾶς.ἃ καινὰ δʼ ἥκει νὺξ φέρουσα φάσματα,λέξω πρὸς αἰθέρʼ, εἴ τι δὴ τόδʼ ἔστʼ ἄκος.ἔδοξʼ ἐν ὕπνῳ τῆσδʼ ἀπαλλαχθεῖσα γῆςοἰκεῖν ἐν Ἄργει, παρθένοισι δʼ ἐν μέσαιςεὕδειν, χθονὸς δὲ νῶτα σεισθῆναι σάλῳ,φεύγειν δὲ κἄξω στᾶσα θριγκὸν εἰσιδεῖνδόμων πίτνοντα, πᾶν δʼ ἐρείψιμον στέγοςβεβλημένον πρὸς οὖδας ἐξ ἄκρων σταθμῶν.μόνος λελεῖφθαι στῦλος εἷς ἔδοξέ μοιδόμων πατρῴων, ἐκ δʼ ἐπικράνων κόμαςξανθὰς καθεῖναι, φθέγμα δʼ ἀνθρώπου λαβεῖν,κἀγὼ τέχνην τήνδʼ ἣν ἔχω ξενοκτόνοντιμῶσʼ ὑδραίνειν αὐτὸν ὡς θανούμενον,κλαίουσα. τοὔναρ δʼ ὧδε συμβάλλω τόδε·τέθνηκʼ Ὀρέστης, οὗ κατηρξάμην ἐγώ.στῦλοι γὰρ οἴκων παῖδές εἰσιν ἄρσενες·θνῄσκουσι δʼ οὓς ἂν χέρνιβες βάλωσʼ ἐμαί.οὐδʼ αὖ συνάψαι τοὔναρ ἐς φίλους ἔχω·Στροφίῳ γὰρ οὐκ ἦν παῖς, ὅτʼ ὠλλύμην ἐγώ.νῦν οὖν ἀδελφῷ βούλομαι δοῦναι χοὰςπαροῦσʼ ἀπόντι — ταῦτα γὰρ δυναίμεθʼ ἄν —σὺν προσπόλοισιν, ἃς ἔδωχʼ ἡμῖν ἄναξἙλληνίδας γυναῖκας. ἀλλʼ ἐξ αἰτίαςοὔπω τίνος πάρεισιν; εἶμʼ ἔσω δόμωνἐν οἷσι ναίω τῶνδʼ ἀνακτόρων θεᾶς.ὅρα, φυλάσσου μή τις ἐν στίβῳ βροτῶν.ὁρῶ, σκοποῦμαι δʼ ὄμμα πανταχῆ στρέφων.Πυλάδη, δοκεῖ σοι μέλαθρα ταῦτʼ εἶναι θεᾶςἔνθʼ Ἀργόθεν ναῦν ποντίαν ἐστείλαμεν;ἔμοιγʼ, Ὀρέστα· σοὶ δὲ συνδοκεῖν χρεών.καὶ βωμός, Ἕλλην οὗ καταστάζει φόνος;ἐξ αἱμάτων γοῦν ξάνθʼ ἔχει τριχώματα.θριγκοῖς δʼ ὑπʼ αὐτοῖς σκῦλʼ ὁρᾷς ἠρτημένα;τῶν κατθανόντων γʼ ἀκροθίνια ξένων.ἀλλʼ ἐγκυκλοῦντʼ ὀφθαλμὸν εὖ σκοπεῖν χρεών.ὦ Φοῖβε, ποῖ μʼ αὖ τήνδʼ ἐς ἄρκυν ἤγαγεςχρήσας, ἐπειδὴ πατρὸς αἷμʼ ἐτεισάμην,μητέρα κατακτάς, διαδοχαῖς δʼ Ἐρινύωνἠλαυνόμεσθα φυγάδες ἔξεδροι χθονὸς