πεσεῖν ἄχρηστον θέσφατον· τολμητέον·μόχθος γὰρ οὐδεὶς τοῖς νέοις σκῆψιν φέρει.εὐφαμεῖτʼ, ὦπόντου δισσὰς συγχωρούσαςπέτρας Ἀξείνου ναίοντες.ὦ παῖ τᾶς Λατοῦς,Δίκτυννʼ οὐρεία,πρὸς σὰν αὐλάν, εὐστύλωνναῶν χρυσήρεις θριγκούς,πόδα παρθένιον ὅσιον ὁσίαςκλῃδούχου δούλα πέμπω,Ἑλλάδος εὐίππου πύργουςκαὶ τείχη χόρτων τʼ εὐδένδρωνἐξαλλάξασʼ Εὐρώπαν,πατρῴων οἴκων ἕδρας.ἔμολον· τί νέον; τίνα φροντίδʼ ἔχεις;τί με πρὸς ναοὺς ἄγαγες ἄγαγες,ὦ παῖ τοῦ τᾶς Τροίας πύργουςἐλθόντος κλεινᾷ σὺν κώπᾳχιλιοναύταμυριοτευχοῦς Ἀτρείδα; τῶν κλεινῶν;ἰὼ δμωαί,δυσθρηνήτοις ὡς θρήνοιςἔγκειμαι, τᾶς οὐκ εὐμούσουμολπᾶς βοὰν ἀλύροις ἐλέγοις, αἰαῖ,αἰαῖ, κηδείοις οἴκτοισιν·αἵ μοι συμβαίνουσʼ ἆται,σύγγονον ἁμὸν κατακλαιομέναζωᾶς, οἵαν οἵαν ἰδόμανὄψιν ὀνείρωννυκτός, τᾶς ἐξῆλθʼ ὄρφνα.ὀλόμαν ὀλόμαν·οὐκ εἴσʼ οἶκοι πατρῷοι·οἴμοι μοι φροῦδος γέννα.φεῦ φεῦ τῶν Ἄργει μόχθων.ἰὼ δαῖμον,μόνον ὅς με κασίγνητον συλᾷςἈίδᾳ πέμψας, ᾧ τάσδε χοὰςμέλλω κρατῆρά τε τὸν φθιμένωνὑδραίνειν γαίας ἐν νώτοις