ἀκούσατʼ. οὐδεὶς αὑτὸς ἐν πόνοις τʼ ἀνὴρὅταν τε πρὸς τὸ θάρσος ἐκ φόβου πέσῃ.ἐγὼ δὲ ταρβῶ μὴ ἀπονοστήσας χθονὸςθῆται παρʼ οὐδὲν τὰς ἐμὰς ἐπιστολὰςὁ τήνδε μέλλων δέλτον εἰς Ἄργος φέρειν.τί δῆτα βούλῃ; τίνος ἀμηχανεῖς πέρι;ὅρκον δότω μοι τάσδε πορθμεύσειν γραφὰςπρὸς Ἄργος, οἷσι βούλομαι πέμψαι φίλων.ἦ κἀντιδώσεις τῷδε τοὺς αὐτοὺς λόγους;τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.ἐκ γῆς ἀφήσειν μὴ θανόντα βαρβάρου.δίκαιον εἶπας· πῶς γὰρ ἀγγείλειεν ἄν;ἦ καὶ τύραννος ταῦτα συγχωρήσεται;ναί.πείσω σφε, καὐτὴ ναὸς εἰσβήσω σκάφος.ὄμνυ· σὺ δʼ ἔξαρχʼ ὅρκον ὅστις εὐσεβής.δώσω, λέγειν χρή, τήνδε τοῖσι σοῖς φίλοις.τοῖς σοῖς φίλοισι γράμματʼ ἀποδώσω τάδε.κἀγὼ σὲ σώσω κυανέας ἔξω πέτρας.τίνʼ οὖν ἐπόμνυς τοισίδʼ ὅρκιον θεῶν;Ἄρτεμιν, ἐν ἧσπερ δώμασιν τιμὰς ἔχω.ἐγὼ δʼ ἄνακτά γʼ οὐρανοῦ, σεμνὸν Δία.εἰ δʼ ἐκλιπὼν τὸν ὅρκον ἀδικοίης ἐμέ;ἄνοστος εἴην· τί δὲ σύ, μὴ σῴσασά με;μήποτε κατʼ Ἄργος ζῶσʼ ἴχνος θείην ποδός.ἄκουε δή νυν ὃν παρήλθομεν λόγον.ἀλλʼ αὖθις ἔσται καινός, ἢν καλῶς ἔχῃ.ἐξαίρετόν μοι δὸς τόδʼ, ἤν τι ναῦς πάθῃ,χἡ δέλτος ἐν κλύδωνι χρημάτων μέταἀφανὴς γένηται, σῶμα δʼ ἐκσῴσω μόνον,τὸν ὅρκον εἶναι τόνδε μηκέτʼ ἔμπεδον.ἀλλʼ οἶσθʼ ὃ δράσω; πολλὰ γὰρ πολλῶν κυρεῖ·τἀνόντα κἀγγεγραμμένʼ ἐν δέλτου πτυχαῖςλόγῳ φράσω σοι πάντʼ ἀναγγεῖλαι φίλοις.ἐν ἀσφαλεῖ γάρ· ἢν μὲν ἐκσῴσῃς γραφήν,αὐτὴν φράσει σιγῶσα τἀγγεγραμμένα·ἢν δʼ ἐν θαλάσσῃ γράμματʼ ἀφανισθῇ τάδε,τὸ σῶμα σῴσας τοὺς λόγους σῴσεις ἐμοί.καλῶς ἔλεξας τῶν θεῶν ἐμοῦ θʼ ὕπερ.σήμαινε δʼ ᾧ χρὴ τάσδʼ ἐπιστολὰς φέρειν