ὃ γὰρ σὺ λυπρὸν κἀπονείδιστον λέγεις,ταὔτʼ ἔστιν ἡμῖν, εἴ σε συμμοχθοῦντʼ ἐμοὶκτενῶ· τὸ μὲν γὰρ εἰς ἔμʼ οὐ κακῶς ἔχει,πράσσονθʼ ἃ πράσσω πρὸς θεῶν, λῦσαι βίον.σὺ δʼ ὄλβιός τʼ εἶ, καθαρά τʼ, οὐ νοσοῦντʼ, ἔχειςμέλαθρʼ, ἐγὼ δὲ δυσσεβῆ καὶ δυστυχῆ.σωθεὶς δέ, παῖδας ἐξ ἐμῆς ὁμοσπόρουκτησάμενος, ἣν ἔδωκά σοι δάμαρτʼ ἔχειν —ὄνομά τʼ ἐμοῦ γένοιτʼ ἄν, οὐδʼ ἄπαις δόμοςπατρῷος οὑμὸς ἐξαλειφθείη ποτʼ ἄν.ἀλλʼ ἕρπε καὶ ζῆ καὶ δόμους οἴκει πατρός.ὅταν δʼ ἐς Ἑλλάδʼ ἵππιόν τʼ Ἄργος μόλῃς,πρὸς δεξιᾶς σε τῆσδʼ ἐπισκήπτω τάδε·τύμβον τε χῶσον κἀπίθες μνημεῖά μοι,καὶ δάκρυʼ ἀδελφὴ καὶ κόμας δότω τάφῳ.ἄγγελλε δʼ ὡς ὄλωλʼ ὑπʼ Ἀργείας τινὸςγυναικός, ἀμφὶ βωμὸν ἁγνισθεὶς φόνῳ.καὶ μὴ προδῷς μου τὴν κασιγνήτην ποτέ,ἔρημα κήδη καὶ δόμους ὁρῶν πατρός.καὶ χαῖρʼ· ἐμῶν γὰρ φίλτατόν σʼ ηὗρον φίλων,ὦ συγκυναγὲ καὶ συνεκτραφεὶς ἐμοί,ὦ πόλλʼ ἐνεγκὼν τῶν ἐμῶν ἄχθη κακῶν.ἡμᾶς δʼ ὁ Φοῖβος μάντις ὢν ἐψεύσατο·τέχνην δὲ θέμενος ὡς προσώταθʼ Ἑλλάδοςἀπήλασʼ, αἰδοῖ τῶν πάρος μαντευμάτων.ᾧ πάντʼ ἐγὼ δοὺς τἀμὰ καὶ πεισθεὶς λόγοις,μητέρα κατακτὰς αὐτὸς ἀνταπόλλυμαι.ἔσται τάφος σοι, καὶ κασιγνήτης λέχοςοὐκ ἂν προδοίην, ὦ τάλας, ἐπεί σʼ ἐγὼθανόντα μᾶλλον ἢ βλέπονθʼ ἕξω φίλον.ἀτὰρ τὸ τοῦ θεοῦ σʼ οὐ διέφθορέν γέ πωμάντευμα· καίτοι γʼ ἐγγὺς ἕστηκας φόνου.ἀλλʼ ἔστιν, ἔστιν, ἡ λίαν δυσπραξίαλίαν διδοῦσα μεταβολάς, ὅταν τύχῃ.σίγα· τὰ Φοίβου δʼ οὐδὲν ὠφελεῖ μʼ ἔπη·γυνὴ γὰρ ἥδε δωμάτων ἔξω περᾷ.ἀπέλθεθʼ ὑμεῖς καὶ παρευτρεπίζετετἄνδον μολόντες τοῖς ἐφεστῶσι σφαγῇ.δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί,ξένοι, πάρεισιν· ἃ δʼ ἐπὶ τοῖσδε βούλομαι,