πρὸς Ἄργος ὅ τι τε χρὴ κλύοντα σοῦ λέγειν.ἄγγελλʼ Ὀρέστῃ, παιδὶ τῷ Ἀγαμέμνονος·Ἡ ʼν Αὐλίδι σφαγεῖσʼ ἐπιστέλλει τάδεζῶσʼ Ἰφιγένεια, τοῖς ἐκεῖ δʼ οὐ ζῶσʼ ἔτι —ποῦ δʼ ἔστʼ ἐκείνη; κατθανοῦσʼ ἥκει πάλιν;ἥδʼ ἣν ὁρᾷς σύ· μὴ λόγοις ἔκπλησσέ με.Κόμισαί μʼ ἐς Ἄργος, ὦ σύναιμε, πρὶν θανεῖν,ἐκ βαρβάρου γῆς καὶ μετάστησον θεᾶςσφαγίων, ἐφʼ οἷσι ξενοφόνους τιμὰς ἔχω.Πυλάδη, τί λέξω; ποῦ ποτʼ ὄνθʼ ηὑρήμεθα;ἢ σοῖς ἀραία δώμασιν γενήσομαι.Ὀρέστα — ;ἵνʼ αὖθις ὄνομα δὶς κλύων μάθῃς.ὦ θεοί.τί τοὺς θεοὺς ἀνακαλεῖς ἐν τοῖς ἐμοῖς;οὐδέν· πέραινε δʼ· ἐξέβην γὰρ ἄλλοσε.τάχʼ οὐκ ἐρωτῶν σʼ εἰς ἄπιστʼ ἀφίξομαι.λέγʼ οὕνεκʼ ἔλαφον ἀντιδοῦσά μου θεὰἌρτεμις ἔσῳσέ μʼ, ἣν ἔθυσʼ ἐμὸς πατήρ,δοκῶν ἐς ἡμᾶς ὀξὺ φάσγανον βαλεῖν,ἐς τήνδε δʼ ᾤκισʼ αἶαν. αἵδʼ ἐπιστολαί,τάδʼ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα.ὦ ῥᾳδίοις ὅρκοισι περιβαλοῦσά με,κάλλιστα δʼ ὀμόσασʼ, οὐ πολὺν σχήσω χρόνον,τὸν δʼ ὅρκον ὃν κατώμοσʼ ἐμπεδώσομεν.ἰδού, φέρω σοι δέλτον ἀποδίδωμί τε,Ὀρέστα, τῆσδε σῆς κασιγνήτης πάρα.δέχομαι· παρεὶς δὲ γραμμάτων διαπτυχὰςτὴν ἡδονὴν πρῶτʼ οὐ λόγοις αἱρήσομαι.ὦ φιλτάτη μοι σύγγονʼ, ἐκπεπληγμένοςὅμως σʼ ἀπίστῳ περιβαλὼν βραχίονιἐς τέρψιν εἶμι, πυθόμενος θαυμάστʼ ἐμοί.ξένʼ, οὐ δικαίως τῆς θεοῦ τὴν πρόσπολονχραίνεις ἀθίκτοις περιβαλὼν πέπλοις χέρα.ὦ συγκασιγνήτη τε κἀκ ταὐτοῦ πατρὸςἈγαμέμνονος γεγῶσα, μή μʼ ἀποστρέφου,ἔχουσʼ ἀδελφόν, οὐ δοκοῦσʼ ἕξειν ποτέ.ἐγώ σʼ ἀδελφὸν τὸν ἐμόν; οὐ παύσῃ λέγων;τὸ δʼ Ἄργος αὐτοῦ μεστὸν ἥ τε Ναυπλία.οὐκ ἔστʼ ἐκεῖ σός, ὦ τάλαινα, σύγγονος.