σὲ δὲ τύχας μάκαρος, ὦνεανία, σεβόμεθʼ, ἐςπάτραν ὅτι ποτʼ ἐπεμβάσῃ.ἄζηλά τοι φίλοισι, θνῃσκόντων φίλων.ὦ σχέτλιοι πομπαί.φεῦ φεῦ, διόλλυσαι.αἰαῖ αἰαῖ. πότερος ὁ μᾶλλον;ἔτι γὰρ ἀμφίλογα δίδυμα μέμονε φρήν,σὲ πάρος ἢ σὲ ἀναστενάξω γόοις.Πυλάδη, πέπονθας ταὐτὸ πρὸς θεῶν ἐμοί;οὐκ οἶδʼ· ἐρωτᾷς οὐ λέγειν ἔχοντά με.τίς ἐστὶν ἡ νεᾶνις; ὡς Ἑλληνικῶςἀνήρεθʼ ἡμᾶς τούς τʼ ἐν Ἰλίῳ πόνουςνόστον τʼ Ἀχαιῶν τόν τʼ ἐν οἰωνοῖς σοφὸνΚάλχαντʼ Ἀχιλλέως τʼ ὄνομα, καὶ τὸν ἄθλιονἈγαμέμνονʼ ὡς ᾤκτιρʼ ἀνηρώτα τέ μεγυναῖκα παῖδάς τε. ἔστιν ἡ ξένη γένοςἐκεῖθεν Ἀργεία τις· οὐ γὰρ ἄν ποτεδέλτον τʼ ἔπεμπε καὶ τάδʼ ἐξεμάνθανεν,ὡς κοινὰ πράσσουσʼ, Ἄργος εἰ πράσσει καλῶς.ἔφθης με μικρόν· ταὐτὰ δὲ φθάσας λέγεις,πλὴν ἕν· τὰ γὰρ τῶν βασιλέων παθήματαἴσασι πάντες, ὧν ἐπιστροφή τις ἦν.ἀτὰρ διῆλθον χἅτερον λόγον τινά.τίνʼ; ἐς τὸ κοινὸν δοὺς ἄμεινον ἂν μάθοις.αἰσχρὸν θανόντος σοῦ βλέπειν ἡμᾶς φάος·κοινῇ τʼ ἔπλευσα δεῖ με καὶ κοινῇ θανεῖν.καὶ δειλίαν γὰρ καὶ κάκην κεκτήσομαιἌργει τε Φωκέων τʼ ἐν πολυπτύχῳ χθονί,δόξω δὲ τοῖς πολλοῖσι — πολλοὶ γὰρ κακοί —προδοὺς σεσῷσθαί σʼ αὐτὸς εἰς οἴκους μόνοςἢ καὶ φονεύσας ἐπὶ νοσοῦσι δώμασιῥάψαι μόρον σοι σῆς τυραννίδος χάριν,ἔγκληρον ὡς δὴ σὴν κασιγνήτην γαμῶν.ταῦτʼ οὖν φοβοῦμαι καὶ διʼ αἰσχύνης ἔχω,κοὐκ ἔσθʼ ὅπως οὐ χρὴ συνεκπνεῦσαί μέ σοικαὶ σὺν σφαγῆναι καὶ πυρωθῆναι δέμας,φίλον γεγῶτα καὶ φοβούμενον ψόγον.εὔφημα φώνει· τἀμὰ δεῖ φέρειν κακά,ἁπλᾶς δὲ λύπας ἐξόν, οὐκ οἴσω διπλᾶς.