αὐτὸς σέσῳσται. τυγχάνει δʼ ὅδʼ ὢν φίλος,ὃν οὐδὲν ἧσσον ἢ ʼμὲ φῶς ὁρᾶν θέλω.ὦ λῆμʼ ἄριστον, ὡς ἀπʼ εὐγενοῦς τινοςῥίζης πέφυκας τοῖς φίλοις τʼ ὀρθῶς φίλος.τοιοῦτος εἴη τῶν ἐμῶν ὁμοσπόρωνὅσπερ λέλειπται. καὶ γὰρ οὐδʼ ἐγώ, ξένοι,ἀνάδελφός εἰμι, πλὴν ὅσʼ οὐχ ὁρῶσά νιν.ἐπεὶ δὲ βούλῃ ταῦτα, τόνδε πέμψομενδέλτον φέροντα, σὺ δὲ θανῇ· πολλὴ δέ τιςπροθυμία σε τοῦδʼ ἔχουσα τυγχάνει.θύσει δὲ τίς με καὶ τὰ δεινὰ τλήσεται;ἐγώ· θεᾶς γὰρ τῆσδε προστροπὴν ἔχω.ἄζηλά γʼ, ὦ νεᾶνι, κοὐκ εὐδαίμονα.ἀλλʼ εἰς ἀνάγκην κείμεθʼ, ἣν φυλακτέον.αὐτὴ ξίφει θύουσα θῆλυς ἄρσενας;οὔκ, ἀλλὰ χαίτην ἀμφὶ σὴν χερνίψομαι.ὁ δὲ σφαγεὺς τίς; εἰ τάδʼ ἱστορεῖν με χρή.ἔσω δόμων τῶνδʼ εἰσὶν οἷς μέλει τάδε.τάφος δὲ ποῖος δέξεταί μʼ, ὅταν θάνω;πῦρ ἱερὸν ἔνδον χάσμα τʼ εὐρωπὸν πέτρας.φεῦ·πῶς ἄν μʼ ἀδελφῆς χεὶρ περιστείλειεν ἄν;μάταιον εὐχήν, ὦ τάλας, ὅστις ποτʼ εἶ,ηὔξω· μακρὰν γὰρ βαρβάρου ναίει χθονός.οὐ μήν, ἐπειδὴ τυγχάνεις Ἀργεῖος ὤν,ἀλλʼ ὧν γε δυνατὸν οὐδʼ ἐγὼ λείψω χάριν.πολύν τε γάρ σοι κόσμον ἐνθήσω τάφῳ,ξανθῷ τʼ ἐλαίῳ σῶμα σὸν κατασβέσω,καὶ τῆς ὀρείας ἀνθεμόρρυτον γάνοςξουθῆς μελίσσης ἐς πυρὰν βαλῶ σέθεν.ἀλλʼ εἶμι δέλτον τʼ ἐκ θεᾶς ἀνακτόρωνοἴσω· τὸ μέντοι δυσμενὲς μὴ ʼμοὶ λάβῃς.φυλάσσετʼ αὐτούς, πρόσπολοι, δεσμῶν ἄτερ —ἴσως ἄελπτα τῶν ἐμῶν φίλων τινὶπέμψω πρὸς Ἄργος, ὃν μάλιστʼ ἐγὼ φιλῶ,καὶ δέλτος αὐτῷ ζῶντας οὓς δοκεῖ θανεῖνλέγουσα πιστὰς ἡδονὰς ἀπαγγελεῖ.κατολοφύρομαι σὲ τὸν χερνίβωνῥανίσι μελόμενον αἱμακταῖς.οἶκτος γὰρ οὐ ταῦτʼ, ἀλλὰ χαίρετʼ, ὦ ξέναι.