ὁ τοῦ θανόντος δʼ ἔστι παῖς Ἄργει πατρός;ἔστʼ, ἄθλιός γε, κοὐδαμοῦ καὶ πανταχοῦ.ψευδεῖς ὄνειροι, χαίρετʼ· οὐδὲν ἦτʼ ἄρα.οὐδʼ οἱ σοφοί γε δαίμονες κεκλημένοιπτηνῶν ὀνείρων εἰσὶν ἀψευδέστεροι.πολὺς ταραγμὸς ἔν τε τοῖς θείοις ἔνικἀν τοῖς βροτείοις· ἓν δὲ λυπεῖται μόνον,ὃς οὐκ ἄφρων ὢν μάντεων πεισθεὶς λόγοιςὄλωλεν — ὡς ὄλωλε τοῖσιν εἰδόσιν.φεῦ φεῦ· τί δʼ ἡμεῖς οἵ τʼ ἐμοὶ γεννήτορες;ἆρʼ εἰσίν; ἆρʼ οὐκ εἰσί; τίς φράσειεν ἄν;ἀκούσατʼ· ἐς γὰρ δή τινʼ ἥκομεν λόγον,ὑμῖν τʼ ὄνησιν, ὦ ξένοι, σπουδῆς ἅμακἀμοί. τὸ δʼ εὖ μάλιστά γʼ οὕτω γίγνεται,εἰ πᾶσι ταὐτὸν πρᾶγμʼ ἀρεσκόντως ἔχει.θέλοις ἄν, εἰ σῴσαιμί σʼ, ἀγγεῖλαί τί μοιπρὸς Ἄργος ἐλθὼν τοῖς ἐμοῖς ἐκεῖ φίλοις,δέλτον τʼ ἐνεγκεῖν, ἥν τις οἰκτίρας ἐμὲἔγραψεν αἰχμάλωτος, οὐχὶ τὴν ἐμὴνφονέα νομίζων χεῖρα, τοῦ νόμου δʼ ὕποθνῄσκειν τὰ τῆς θεοῦ, τάδε δίκαιʼ ἡγουμένης;οὐδένα γὰρ εἶχον ὅστις ἀγγείλαι μολὼνἐς Ἄργος αὖθις, τάς τʼ ἐμὰς ἐπιστολὰςπέμψειε σωθεὶς τῶν ἐμῶν φίλων τινί.σὺ δʼ — εἶ γάρ, ὡς ἔοικας, οὔτε δυσμενὴςκαὶ τὰς Μυκήνας οἶσθα χοὓς κἀγὼ θέλω —σώθητι, καὶ σὺ μισθὸν οὐκ αἰσχρὸν λαβών,κούφων ἕκατι γραμμάτων σωτηρίαν.οὗτος δʼ, ἐπείπερ πόλις ἀναγκάζει τάδε,θεᾷ γενέσθω θῦμα χωρισθεὶς σέθεν.καλῶς ἔλεξας τἄλλα πλὴν ἕν, ὦ ξένη·τὸ γὰρ σφαγῆναι τόνδε μοι βάρος μέγα.ὁ ναυστολῶν γάρ εἰμʼ ἐγὼ τὰς συμφοράς,οὗτος δὲ συμπλεῖ τῶν ἐμῶν μόχθων χάριν.οὔκουν δίκαιον ἐπʼ ὀλέθρῳ τῷ τοῦδʼ ἐμὲχάριν τίθεσθαι καὐτὸν ἐκδῦναι κακῶν.ἀλλʼ ὣς γενέσθω· τῷδε μὲν δέλτον δίδου·πέμψει γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν·ἡμᾶς δʼ ὁ χρῄζων κτεινέτω. τὰ τῶν φίλωναἴσχιστον ὅστις καταβαλὼν ἐς ξυμφορὰς