ὡς πάνθʼ ἅπαξ με συλλαβοῦσʼ ἀνιστορεῖς.πρὶν γὰρ θανεῖν σε, τοῦδʼ ἐπαυρέσθαι θέλω.ἔλεγχʼ, ἐπειδὴ τοῦδʼ ἐρᾷς· λέξω δʼ ἐγώ.Κάλχας τις ἦλθε μάντις ἐκ Τροίας πάλιν;ὄλωλεν, ὡς ἦν ἐν Μυκηναίοις λόγος.ὦ πότνιʼ, ὡς εὖ. — τί γὰρ ὁ Λαέρτου γόνος;οὔπω νενόστηκʼ οἶκον, ἔστι δʼ, ὡς λόγος.ὄλοιτο, νόστου μήποτʼ ἐς πάτραν τυχών.μηδὲν κατεύχου· πάντα τἀκείνου νοσεῖ.Θέτιδος δʼ ὁ τῆς Νηρῇδος ἔστι παῖς ἔτι;οὐκ ἔστιν· ἄλλως λέκτρʼ ἔγημʼ ἐν Αὐλίδι.δόλια γάρ, ὡς ἴσασιν οἱ πεπονθότες.τίς εἶ ποθʼ; ὡς εὖ πυνθάνῃ τἀφʼ Ἑλλάδος.ἐκεῖθέν εἰμι· παῖς ἔτʼ οὖσʼ ἀπωλόμην.ὀρθῶς ποθεῖς ἄρʼ εἰδέναι τἀκεῖ, γύναι.τί δʼ ὁ στρατηγός, ὃν λέγουσʼ εὐδαιμονεῖν;τίς; οὐ γὰρ ὅν γʼ ἐγᾦδα τῶν εὐδαιμόνων.Ἀτρέως ἐλέγετο δή τις Ἀγαμέμνων ἄναξ.οὐκ οἶδʼ· ἄπελθε τοῦ λόγου τούτου, γύναι.μὴ πρὸς θεῶν, ἀλλʼ εἴφʼ, ἵνʼ εὐφρανθῶ, ξένε.τέθνηχʼ ὁ τλήμων, πρὸς δʼ ἀπώλεσέν τινα.τέθνηκε; ποίᾳ συμφορᾷ; τάλαινʼ ἐγώ.τί δʼ ἐστέναξας τοῦτο; μῶν προσῆκέ σοι;τὸν ὄλβον αὐτοῦ τὸν πάροιθʼ ἀναστένω.δεινῶς γὰρ ἐκ γυναικὸς οἴχεται σφαγείς.ὦ πανδάκρυτος ἡ κτανοῦσα χὡ κτανών.παῦσαί νυν ἤδη μηδʼ ἐρωτήσῃς πέρα.τοσόνδε γʼ, εἰ ζῇ τοῦ ταλαιπώρου δάμαρ.οὐκ ἔστι· παῖς νιν ὃν ἔτεχʼ, οὗτος ὤλεσεν.ὦ συνταραχθεὶς οἶκος. ὡς τί δὴ θέλων;πατρὸς θανόντος τήνδε τιμωρούμενος.φεῦ·ὡς εὖ κακὸν δίκαιον εἰσεπράξατο.ἀλλʼ οὐ τὰ πρὸς θεῶν εὐτυχεῖ δίκαιος ὤν.λείπει δʼ ἐν οἴκοις ἄλλον Ἀγαμέμνων γόνον;λέλοιπεν Ἠλέκτραν γε παρθένον μίαν.τί δέ; σφαγείσης θυγατρὸς ἔστι τις λόγος;οὐδείς γε, πλὴν θανοῦσαν οὐχ ὁρᾶν φάος.τάλαινʼ ἐκείνη χὡ κτανὼν αὐτὴν πατήρ.κακῆς γυναικὸς χάριν ἄχαριν ἀπώλετο.