ιον ὄχημα λινοπόροις αὔραις,φιλόπλουτον ἅμιλλαναὔξοντες μελάθροισιν;φίλα γὰρ ἐλπίς γʼ, ἐπί τε πήμασιν βροτῶνἄπληστος ἀνθρώποις, ὄλ-βου βάρος οἳ φέρονταιπλάνητες ἐπʼ οἶδμα πόλεις τε βαρβάρους περῶντες,κοινᾷ δόξᾳ·γνώμα δʼ οἷς μὲν ἄκαιρος ὄλ-βου, τοῖς δʼ ἐς μέσον ἥκει.πῶς πέτρας τὰς συνδρομάδας,πῶς Φινεϊδᾶν ἀΰ-πνους ἀκτὰς ἐπέρασανπαρʼ ἅλιοναἰγιαλὸν ἐπʼ Ἀμφιτρί-τας ῥοθίῳ δραμόντες,ὅπου πεντήκοντα κορᾶνΝηρῄδων χοροὶμέλπουσιν ἐγκύκλιοι,πλησιστίοισι πνοαῖςσυριζόντων κατὰ πρύμνανεὐναίων πηδαλίωναὔραις σὺν νοτίαιςἢ πνεύμασι Ζεφύρου,τὰν πολυόρνιθον ἐπʼ αἶ-αν, λευκὰν ἀκτάν, Ἀχιλῆ-ος δρόμους καλλισταδίους,ἄξεινον κατὰ πόντον;εἴθʼ εὐχαῖσιν δεσποσύνοιςΛήδας Ἑλένα φίλαπαῖς ἐλθοῦσα τύχοι τὰνΤρῳάδα λι-ποῦσα πόλιν, ἵνʼ ἀμφὶ χαί-τᾳ δρόσον αἱματηρὰνἑλιχθεῖσα λαιμοτόμῳδεσποίνας χειρὶ θάνοιποινὰς δοῦσʼ ἀντιπάλους.ἁδίσταν δʼ ἀγγελίανδεξαίμεσθʼ, Ἑλλάδος ἐκ γᾶςπλωτήρων εἴ τις ἔβα,